Ancient Greek
12.3 to 12.4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt 12.3-4
Not analysed yet
Φαμὲν ὅτι τὰ σκάνδαλα ταῦτα ἀφείθη ὑπὲρ τοῦ μὴ ἐλαττωθῆναι τῶν γενναίων τὰ βραβεῖα· ὃ καὶ τῷ Ἰὼβ διαλεγόμενος ὁ Θεὸς ἐδήλωσε, λέγων· «Ἄλλως με οἴει σοι κεχρηματικέναι ἢ ἵνα ἀναφανῇς δίκαιος;» Καὶ ὁ Παῦλος δέ φησι· «Δεῖ δὲ καὶ αἱρέσεις εἶναι, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν.» Σὺ δὲ ὅταν ἀκούῃς τό· «Δεῖ δὲ αἱρέσεις εἶναι», μὴ νομίσῃς ὅτι κελεύων ἢ νομοθετῶν ταῦτά φησιν. Ἄπαγε· ἀλλὰ τὸ μέλλον προαναφωνῶν, καὶ τὸ ἐκ τούτου κέρδος τοῖς νήφουσι προμηνύων. Τότε γὰρ ὑμῶν τῶν ἀνεξαπατήτων, φησί, σαφέστερον φανεῖται ἡ ἀρετή.