Ancient Greek
Chapter 13
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt 13.1
Not analysed yet
Ποίων γὰρ ἱερέων ἀπήλαυσεν ὁ Ἀβραάμ, εἰπέ μοι; ποίων διδασκάλων; ποίας κατηχήσεως; ποίας παραινέσεως; ποίας συμβουλῆς; ὅπουγε οὐδὲ γράμματα τότε ἦν, οὐ νόμος, οὐ προφῆται, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν· ἀλλὰ ἄπλουν ἔπλει θάλατταν καὶ ὁδὸν ὥδευεν ἀτριβῆ καὶ ταῦτα καὶ οἰκίας καὶ πατρὸς ἀσεβοῦς γεγενημένος. Καὶ ὅμως οὐδὲν αὐτὸν ταῦτα παρέβλαψεν, ἀλλὰ τοσοῦτον ἔλαμψεν ἀρετῇ ὡς ἃ μετὰ μακρὸν χρόνον, μετὰ προφήτας, μετὰ νόμον καὶ τοσαύτην παιδαγωγίαν, τὴν διὰ σημείων καὶ θαυμάτων γεγενημένην ἣν ἔμελλεν ὁ Χριστὸς τοὺς ἀνθρώπους παιδεύειν,