Ancient Greek
13.11 to 13.12
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt 13.11-12
Not analysed yet
Τί δὲ ὁ Ἰὼβ, εἰπέ μοι; ποίων προφητῶν ἤκουσε; ποίας διδασκαλίας ἀπήλαυσεν; Οὐδεμιᾶς. Ἀλλ' ὅμως καὶ οὗτος οὐδενὸς τούτων τετυχηχὼς καὶ πᾶν ἀρετῆς εἶδος μετὰ πολλῆς ἐπεδείξατο τῆς ἀκριβείας. Καὶ γὰρ κοινὰ τὰ ὄντα τοῖς δεομένοις ἐκέκτητο καὶ οὐχὶ τὰ ὄντα μόνον, ἀλλὰ καὶ αὐτὸ τὸ σῶμα. Τῇ μὲν γὰρ οἰκίᾳ τοὺς ὁδίτας ὑπεδέχετο καὶ ἐκείνων μᾶλλον ἦν ἡ οἰκία ἢ τοῦ κεκτημένου, τῇ δὲ τοῦ σώματος ἰσχύϊ τοῖς ἀδικουμένοις ἤμυνε, τῇ δὲ τῆς γλώττης συνέσει καὶ σοφίᾳ τοὺς ἐπηρεάζοντας ἐπεστόμιζε καὶ τὴν εὐαγγελικὴν πολιτείαν διὰ πάντων διαλάμπουσαν ἐπεδείκνυτο.