Ancient Greek
Chapter 14
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt 14.1
Not analysed yet
Τί δέ, ἐπὶ τῶν ἀποστόλων, εἰπέ μοι; οὐ μυρία τοιαῦτα ἐγίνετο; Ἄκουσον γοῦν τί φησιν ὁ Παῦλος· «Οἶδας τοῦτο ὅτι ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ Ἀσίᾳ, ὧν ἐστι Φύγελλος καὶ Ἑρμογένης.» Οὐ δεσμωτήρια ᾤκουν οἱ διδάσκαλοι; οὐχ ἁλύσεις περιέκειντο; οὐ παρὰ τῶν οἰκείων, οὐ παρὰ τῶν ἀλλοτρίων τὰ ἔσχατα ἔπασχον κακά; οὐ μετ' ἐκείνους ἀντ' ἐκείνων λύκοι βαρεῖς εἰσῄεσαν εἰς τὰ ποίμνια; οὐχὶ ταῦτα προὔλεγεν ὁ Παῦλος Ἐφεσίοις εἰς Μίλητον αὐτοὺς μεταπεμψάμενος;