Ancient Greek
Chapter 14
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt 14.14
Not analysed yet
Ἀλλ' ὁ μὲν μυρία πάσχων κακὰ ἐστεφανοῦτο· ἐκεῖνος δὲ, ὁ σημεῖα θεασάμενος καὶ αὐτὸς ποιήσας, ὁ νεκροὺς ἐγείρας καὶ δαίμονας ἐλάσας—καὶ γὰρ καὶ αὐτὸς ταύτην εἴληφε τὴν ἐξουσίαν, —ὁ μυρία περὶ βασιλείας καὶ γεέννης ἀκούσας, ὁ τραπέζης κοινωνήσας μυστικῆς, ὁ δείπνου μετασχὼν φρικωδεστάτου καὶ τοσαύτης ἀπολαύσας εὐνοίας καὶ προνοίας, ὅσης Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης, μᾶλλον δὲ καὶ πολλῷ πλείονος·