Ancient Greek
14.8 to 14.12
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt 14.8-12
Not analysed yet
Καὶ τί λέγω τὰ τῶν ἀποστόλων; Πόσοι τῷ σταυρῷ αὐτοῦ τοῦ κοινοῦ πάντων ἡμῶν Δεσπότου ἐσκανδαλίσθησαν καὶ παρανομώτεροι καὶ θρασύτεροι μᾶλλον ἐγένοντο καὶ παριόντες ἐκωμῴδουν αὐτόν, λέγοντες. «Ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις ἐγείρων αὐτὸν ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι; Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομεν εἰς σέ.» Ἀλλ' ὅμως οὐκ ἂν ἔχοιεν ἀπολογίαν οὗτοι διὰ τὸν σταυρόν. Ὁ γὰρ λῃστὴς ἁπάντων κατηγορεῖ τῶν τοιούτων. Καὶ γὰρ καὶ ἐκεῖνος ἐσταυρωμένον εἶδεν ἄνω καὶ οὐ μόνον οὐκ ἐσκανδαλίσθη, ἀλλὰ καὶ ἐντεῦθεν μείζονα ὑπόθεσιν ἔλαβεν εἰς τὸ φιλοσοφῆσαι καὶ πάντα ὑπερβὰς τὰ ἀνθρώπινα καὶ τῷ πτερῷ τῆς πίστεως κουφισθείς, περὶ τῶν μελλόντων ἐφιλοσόφει. Ὁρῶν γὰρ ἀνεσκολοπισμένον, μεμαστιγωμένον, ὑβριζόμενον, χολὴν ποτιζόμενον, ἐμπτυόμενον, ὑπὸ δήμου τοσούτου χλευαζόμενον, ὑπὸ δικαστηρίου κατακριθέντα, τὴν ἐπὶ θάνατον ἀπαχθέντα, οὐδενὶ τούτων ἐσκανδαλίσθη· ἀλλ' ὁρῶν σταυρὸν καὶ ἥλους ἐμπεπηγότας καὶ κωμῳδίαν τοσαύτην γινομένην ὑπὸ τοῦ πλήθους τοῦ διεφθαρμένου, τὴν ὀρθὴν ὁδὸν αὐτὸς ἐβάδισε λέγων· «Μνήσθητί μου ἐν τῇ βασιλείᾳ σου»καὶ τὸν κατηγοροῦντα ἐπεστόμιζε καὶ τὰ οἰκεῖα ἁμαρτήματα ἐξωμολογεῖτο καὶ περὶ ἀναστάσεως ἐφιλοσόφει· καὶ ταῦτα οὐ νεκροὺς ἰδὼν ἐγειρομένους, οὐ λεπροὺς καθαιρομένους, οὐ χωλοὺς διορθουμένους, οὐ θάλατταν χαλινουμένην, οὐ δαίμονας ἐλαυνομένους, οὐκ ἄρτους πηγάζοντας, οὐ τὰ ἄλλα, ἅπερ ἐθεάσατο τῶν Ἰουδαίων ὁ δῆμος καὶ θεασάμενος ἐσταύρωσεν. Ἀλλ' οὗτος μὲν ἀνεσκολοπισμένον ἰδὼν καὶ ὡμολόγησε Θεὸν καὶ βασιλείας ἐμνημόνευσε καὶ περὶ τῶν μελλόντων ἐφιλοσόφησεν· ἐκεῖνοι δὲ θαυματουργοῦντα θεασάμενοι καὶ τῆς διὰ λόγων καὶ τῆς διὰ πραγμάτων ἀπολαύσαντες διδασκαλίας, οὐ μόνον οὐδὲν ἀπώναντο, ἀλλὰ καὶ εἰς τὸ ἔσχατον βάραθρον τῆς ἀπωλείας κατηνέχθησαν, ἐπὶ τὸν σταυρὸν αὐτὸν ἀναβιβάσαντες.