Ancient Greek
Chapter 15
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt 15.1
Not analysed yet
Ὁ γὰρ σταυρὸς τοῦ Χριστοῦ, ὁ τὴν οἰκουμένην ὀρθώσας, ὁ τὴν πλάνην λύσας, ὁ τὴν γῆν ποιήσας οὐρανόν, ὁ τοῦ θανάτου τὰ νεῦρα ἐκκόψας, ὁ τὸν ᾅδην ἄχρηστον ἐργασάμενος, ὁ τοῦ διαβόλου τὴν ἀκρόπολιν καταλύσας, ὁ τοὺς δαίμονας ἐπιστομίσας, ὁ τοὺς ἀνθρώπους ἀγγέλους ποιήσας, ὁ βωμοὺς καταλύσας καὶ ναοὺς ἀνατρέψας, ὁ τὴν καινὴν ταύτην καὶ ξένην φιλοσοφίαν εἰς τὴν γῆν καταφυτεύσας, ὁ μυρία ἐργασάμενος ἀγαθά, τὰ φρικώδη ταῦτα καὶ μεγάλα καὶ ὑψηλά, οὐχὶ σκάνδαλον πολλοῖς γέγονεν;