# Ad eos qui scandalizati sunt 15.2-3

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt, 15.2 to 15.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/ad-eos-qui-scandalizati-sunt/15.2

Οὐχὶ Παῦλος βοᾷ καθ' ἑκάστην ἡμέραν λέγων, καὶ οὐκ αἰσχύνεται; «Ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μωρίαν;» Τί οὖν, εἰπέ μοι; οὐκ ἐχρῆν γενέσθαι τὸν σταυρόν, οὐδὲ τὴν φρικώδη ἐκείνην ἀνενεχθῆναι θυσίαν, οὐδὲ τοσαῦτα τελεσθῆναι κατορθώματα, ἐπειδὴ σκάνδαλον ἐγένετο τοῖς ἀπολλυμένοις τὸ πρᾶγμα καὶ τότε καὶ μετὰ ταῦτα καὶ παρὰ πάντα τὸν χρόνον; Καὶ τίς οὕτω μαινόμενος, τίς οὕτως ἐξεστηκὼς ὡς τοῦτο εἰπεῖν; Ὥσπερ οὖν ἐνταῦθα οὐ τοὺς σκανδαλιζομένους δεῖ λογίζεσθαι, καίτοι τοσούτους ὄντας, ἀλλὰ τοὺς σωθέντας, τοὺς κατορθώσαντας, τοὺς ἀπολαύσαντας τῆς τοσαύτης σοφίας· καὶ οὐ χρὴ λέγειν «Τί δὲ πρὸς τοὺς σκανδαλισθέντας;» ἑαυτοῖς γὰρ ἂν εἶεν ἐκεῖνοι δίκαιοι λογίζεσθαι· οὕτω δὴ οὐδὲ νῦν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg087.local001/.
