Ancient Greek
Chapter 17
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt 17.1
Not analysed yet
Τὸν δὲ κοινὸν ἡμῶν Δεσπότην διὰ τὰ ἄλλα πάντα ἀνυμνοῦντες, οὐ διὰ τοῦτο μάλιστα ἀνυμνοῦμεν, δοξάζοντες, ἐκπληττόμενοι διὰ τὸν σταυρόν, διὰ τὸν θάνατον ἐκεῖνον τὸν ἐπάρατον; Οὐ τοῦτο ἄνω καὶ κάτω σημεῖον ὁ Παῦλος ποιεῖται τῆς ἀγάπης αὐτοῦ τῆς περὶ ἡμᾶς, τὸ ἀποθανεῖν; τὸ ὑπὲρ τοιούτων ἀποθανεῖν; καὶ παρεὶς εἰπεῖν τὸν οὐρανόν, τὴν γῆν, τὴν θάλατταν, τὰ ἄλλα πάντα ἅπερ ἐποίησεν ὁ Χριστὸς εἰς χρείαν ἡμῶν καὶ ἀνάπαυσιν, ἄνω καὶ κάτω περιστρέφει τὸν σταυρόν, λέγων.