Ancient Greek
Chapter 17
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt 17.3
Not analysed yet
Οὐκ ἐπὶ τούτῳ μάλιστα καὶ αὐτὸς καλλωπίζεται καὶ μέγα φρονεῖ καὶ σκιρτᾷ καὶ πέταται ὑπὸ τῆς ἡδονῆς, Γαλάταις γράφων οὕτως· «Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ;» Καὶ τί θαυμάζεις, εἰ Παῦλος ἐπὶ τούτῳ σκιρτᾷ καὶ πηδᾷ καὶ καλλωπίζεται; Αὐτὸς ὁ ταῦτα παθών, δόξαν τὸ πρᾶγμα καλεῖ. «Πάτερ γάρ, φησίν, ἐλήλυθεν ἡ ὥρα, δόξασόν σου τὸν Υἱόν.»