Ancient Greek
Chapter 19
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt 19.13
Not analysed yet
Τοσαῦτα οὖν βραβεῖα ὁρῶν, τοσούτους στεφάνους πλεκομένους, τοσαύτην διδασκαλίαν γινομένην, πόθεν, εἰπέ μοι, σκανδαλίζῃ; Ἀπὸ τῶν ἀπολωλότων, φησίν. Ἀλλ', ὅπερ ἔφην καὶ λέγων οὐ παύσομαι, οὗτοι ἑαυτοῖς λογιζέσθωσαν τῆς ἀπωλείας τὴν ὑπόθεσιν. Τοῦτο γὰρ δι' ὅλου ὁ λόγος ἡμῖν ἀγωνιζόμενος ἔδειξεν. Εἴπω καὶ ἕτερον κατόρθωμα. Πόσοι προσωπεῖον εὐλαβείας περικείμενοι, πόσοι πεπλασμένην πραότητα ἔχοντες, πόσοι μεγάλοι τινὲς εἶναι νομιζόμενοι, καὶ οὐκ ὄντες, ἀθρόον ἐπὶ τοῦ παρόντος διηλέγχθησαν καιροῦ καὶ τὰ τῆς ἀπάτης αὐτοῖς διερρύη καὶ ὅπερ ἦσαν ἐφάνησαν, οὐχ ὅπερ ὑπεκρίνοντο καὶ ἠπάτων;