Ancient Greek
Chapter 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt 2.13
Not analysed yet
Οὐδὲ γὰρ ταῦτα εἴρηκε μόνον, ἀλλὰ καὶ περὶ γνώσεώς ποτε Κορινθίοις ἐπιστέλλων, καὶ δεικνὺς ὅπως, εἰ καὶ πολλὰ μεμαθήκαμεν, ἀλλ' ὀλίγον καὶ σφόδρα ἐλάχιστον μέτρον γνώσεως ἔχομεν, οὕτω πώς φησιν· «Εἴ τις δοκεῖ ἐγνωκέναι τι, οὔπω εἶδε καθὼς δεῖ γνῶναι.» Εἶτα δηλῶν ὅτι πολὺ λείπει τῆς γνώσεως ἡμῖν καὶ τὸ πλέον ἐν τῷ μέλλοντι τεταμίευται χρόνῳ, ὀλίγον δέ τι ἡμῖν δέδοται, ἐπήγαγεν· «Ἐκ μέρους γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν. Ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τότε τὸ ἐκ μέρους καταργηθήσεται.»