Ancient Greek
Chapter 20
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt 20.7
Not analysed yet
Τί δαὶ ἐπὶ Μωυσέως, εἰπέ μοι; ἐν μέσῃ βαρβάρων χώρᾳ οὐκ ἀφῆκεν ὁ Θεὸς καὶ μάγους τὰ αὐτῶν ἐπιδείξασθαι; οὐχὶ καὶ ταύτης μέμνηται τῆς ἱστορίας ὁ Παῦλος; «Ὃν τρόπον δὲ Ἰαννῆς καὶ Ἰαμβρῆς, φησίν, ἀντέστησαν Μωυσεῖ, οὕτω καὶ οὗτοι ἀντιστήσονται τῇ ἀληθείᾳ.» Οὗτος οὐδέποτε ἐπέλιπεν οὔτε τὰ σκάνδαλα, οὔτε οἱ στεφανούμενοι διὰ τούτων. Ταῦτ' οὖν ἅπαντα λογίζου καὶ μὴ ταῦτα μόνον, ἀλλὰ καὶ ὅσον κέρδος ἀπὸ τοῦ πράγματος γέγονε.