Ancient Greek
Chapter 21
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt 21.1
Not analysed yet
Εἰ δὲ λέγοις· «Καὶ τίνος ἕνεκεν καὶ ἐν τῇ Παλαιᾷ καὶ ἐν τῇ Καινῇ τοσοῦτοι κίνδυνοι, τοσοῦτοι πειρασμοί, τοσαῦται ἐπιβουλαί;» μάνθανε καὶ τὴν αἰτίαν. Τίς οὖν ἡ αἰτία; Παλαίστρα ὁ παρὼν βίος ἐστί, γυμνάσιον καὶ ἀγών, χωνευτήριον, βαφεῖον ἀρετῆς. Ὥσπερ οὖν οἱ σκυτοδέψαι τὰ δέρματα λαμβάνοντες στύφουσι πρότερον, κατατείνουσι, παίουσι καὶ τοίχοις καὶ λίθοις προσαράσσοντες καὶ ἑτέραις μυρίαις θεραπείαις αὐτὰ ποιήσαντες ἐπιτήδεια πρὸς τὴν ὑποδοχὴν τῆς βαφῆς, οὕτω τὸ χρῶμα τὸ τίμιον ἐπάγουσιν·