Ancient Greek
21.3 to 21.4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt 21.3-4
Not analysed yet
Πρὸς ἀρετὴν ἐπιτηδείαν βουλόμενος μετασκευάσαι τὴν ψυχήν, καὶ στύφει καὶ χωνεύει καὶ βασάνῳ πειρασμῶν παραδίδωσιν, ὥστε τούς τε ἀναπεπτωκότας καὶ διαλελυμένους σφιγγῆναι, τούς τε δοκίμους δοκιμωτέρους γενέσθαι καὶ ἀχειρώτους ταῖς τῶν δαιμόνων ἐπιβουλαῖς καὶ ταῖς τοῦ διαβόλου παγίσι, καὶ σφόδρα ἐπιτηδείους πρὸς τὴν τῶν μελλόντων ἀγαθῶν ὑποδοχὴν ἅπαντας. Ἀνὴρ γάρ, φησίν, ἀπείραστος, ἀδόκιμος· καὶ ὁ Παῦλος· «Ἡ θλῖψις ὑπομονὴν κατεργάζεται· ἡ δὲ ὑπομονὴ δοκιμήν.» Καρτερικοὺς οὖν καὶ ὑπομονητικοὺς ποιῆσαι θέλων, ἀφίησι τὸ νόμισμα διακωδωνίζεσθαι παντὶ τρόπῳ.