Ancient Greek
Chapter 22
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt 22.11
Not analysed yet
Τί δὲ ἡ Αἰγυπτία γυνή; Οὐ κατηγόρησεν; οὐκ ἐσυκοφάντησεν; οὐκ ἔδησε τὸν δίκαιον; οὐκ εἰς δεσμωτήριον ἐνέβαλεν; οὐ τὸν περὶ τῶν ἐσχάτων ἐπεκρέμασεν αὐτῷ κίνδυνον; οὐκ ἀνεῖλε, τό γε εἰς αὐτὴν ἦκον; οὐ πονηρὰν περιέθηκε δόξαν; Τί οὖν αὐτὸν παρέβλαψεν ἢ τότε, ἢ νῦν; Καθάπερ γὰρ πυρὸς ἄνθρακες ὑπὸ ἀχύρων καλυφθέντες, παρὰ μὲν τὴν ἀρχὴν σκιάζεσθαι δοκοῦσιν, ἀθρόον δὲ διαφαγόντες τὰ ἐπικείμενα, δι' αὐτῶν ἐκείνων τῶν ἀχύρων ὑψηλοτέραν ἀνάπτουσι τὴν φλόγα· οὕτω δὴ καὶ ἡ ἀρετή, κἂν ἐπηρεάζεσθαι δοκῇ, ὕστερον δὴ δι' αὐτῶν τῶν κωλυμάτων μειζόνως ἀνθεῖ καὶ εἰς αὐτὸν φθάνει τὸν οὐρανόν.