Ancient Greek
Chapter 22
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt 22.8
Not analysed yet
Ὁ μὲν γὰρ οὐκ ἴσχυσε μίαν ἐπιστομίσαι γλῶτταν, ἀλλ' ἀνελὼν αὐτήν, μυρία ἀντ' ἐκείνης καὶ μετ' ἐκείνης ἠνέῳξε στόματα· ὁ δὲ καὶ τότε αὐτὸν εὐθέως ἐφόβησε μετὰ τὴν σφαγήν —οὕτω γὰρ αὐτοῦ τὸ συνειδὸς κατέσειεν ὁ φόβος, ὡς νομίζειν αὐτὸν τότε καὶ ἐκ νεκρῶν ἀναστάντα θαυματουργεῖν—, καὶ νῦν δὲ καὶ ἐξ ἐκείνου διὰ παντὸς τοῦ χρόνου κατὰ πᾶσαν αὐτὸν ἐλέγχει τὴν οἰκουμένην καὶ δι' ἑαυτοῦ καὶ δι' ἑτέρων.