Ancient Greek
Chapter 23
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt 23.1
Not analysed yet
Καὶ μέγιστον ἄν τις τοῦτο σημεῖον καὶ τοῦ πλούτου τῶν κατορθωμάτων καὶ τῆς ἀνδρείας, τῆς Ἐκκλησίας ποιήσειεν. Ὅτε γὰρ εἶδεν αὐτὴν ὁ πονηρὸς δαίμων ἐκεῖνος ἀνθοῦσαν, εὐδοκιμοῦσαν, ἐν βραχείᾳ καιροῦ ῥοπῇ πρὸς ὕψος ἀνενεχθεῖσαν, πολλὴν σπουδὴν ἐν αὐτῇ γινομένην καὶ τὴν μὲν τῶν εὐδοκιμούντων ἐπὶ τὸ βέλτιον ἐπίδοσιν, τῶν ἐν ἁμαρτίαις ζώντων τὴν εἰς μετάνοιαν μετάστασιν, πᾶσαν τὴν οἰκουμένην ἀπὸ τῆς πόλεως ταύτης κατηχουμένην· πάντα ἐκίνησεν αὐτοῦ τὰ μηχανήματα καὶ ἐμφυλίους ἀνῆψε πολέμους.