# Ad eos qui scandalizati sunt 24.5-8

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt, 24.5 to 24.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/ad-eos-qui-scandalizati-sunt/24.5

Οἱ δὲ παρ' ἐκείνων παθόντες ἅπερ ἔπαθον, μετὰ τῶν μαρτύρων, μετὰ τῶν ἀποστόλων, μετὰ τῶν γενναίων καὶ ὑψηλῶν ἀνδρῶν στήσονται, λάμποντες ἀπὸ τῶν κατορθωμάτων, ἀπὸ τῶν παθῶν, ἀπὸ τῶν στεφάνων, ἀπὸ τῶν βραβείων, ἀπὸ τῆς πολλῆς παρρησίας. Καὶ ὄψονται μὲν αὐτοὺς κολαζομένους, ἐξαρπάσαι δέ, κἂν μυριάκις βουληθῶσι, τῆς κολάσεως οὐ δυνήσονται· ἀλλὰ θήσουσι μὲν ἱκετηρίαν οὗτοι, οὐδὲν δὲ ὀνήσουσιν. Εἰ γὰρ ὁ πένητα ἕνα παραδραμὼν τὸν Λάζαρον τοσαύτην ὑπέμεινε δίκην καὶ οὐδεμιᾶς ἔτυχε παραμυθίας, τί πείσονται οὗτοι, τοσούτους διώξαντες καὶ σκανδαλίσαντες; Ταῦτ' οὖν ἅπαντα λογιζόμενοι καὶ ὅσα τούτοις ἐοικότα ἀπὸ τῶν θείων συλλέγοντες Γραφῶν, ἑαυτοῖς μὲν τεῖχος ἀσφαλές, τοῖς δὲ ἀσθενεστέροις ἔτι φάρμακα ταῦτα κατασκευάζοντες τὰ διηγήματα, στήκετε ἑδραῖοι καὶ ἀμετακίνητοι, τὰ ὑποκείμενα ὑμῖν ἀγαθὰ ἀναμένοντες. Πάντως γάρ, πάντως κείσεται ὑμῖν ἀμοιβή, οὐ τῶν πόνων ἴση, ἀλλ' ἐκ πολλοῦ τοῦ περιόντος ἄφατος. Τοιοῦτος γὰρ ὁ φιλάνθρωπος Θεός· μετὰ πολλῆς τῆς φιλοτιμίας τοὺς ἀγαθόν τι ποιεῖν ἢ λέγειν προαιρουμένους ταῖς ἀντιδόσεσι καὶ ταῖς ἀμοιβαῖς νικᾶν ἐσπούδακεν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg087.local001/.
