Ancient Greek
Chapter 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt 4.1
Not analysed yet
Διὰ γάρ τοι τοῦτο, ἐπειδὴ πᾶσα ἡ κτίσις ἐγένετο καὶ τὸν οἰκεῖον κόσμον ἀπέλαβε καὶ τὸ παναρμόνιον τοῦτο καὶ παράδοξον καὶ πολλῆς γέμον ἐκπλήξεως ἔργον εἰς μέσον προὔκειτο, ἔμελλον δὲ πολλοὶ τῶν ἀνοήτων καὶ μαινομένων ἐπιλαμβάνεσθαι τῶν γενομένων, ὅρα πῶς προαναστέλλων αὐτῶν τὴν ἄκαιρον κρίσιν καὶ μανιώδη ψῆφον, ἑνὶ ῥήματι πᾶσαν ἀναίσχυντον ἐνέφραξε γλῶσσαν ὁ νομοθέτης εἰπών· «Εἶδεν ὁ Θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν.»