Ancient Greek
Chapter 6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt 6.1
Not analysed yet
Τοῖς μὲν οὖν εὐγνώμοσιν ἀρκεῖ καὶ πρὸ τῆς διὰ τῶν ἔργων ἀποδείξεως ἡ ἀπόφασις αὐτὴ μόνη τοῦ Θεοῦ, οὐχὶ τὴν πρόνοιαν αὐτοῦ δεικνῦσα μόνον, ἀλλὰ καὶ τὸν σφοδρὸν ἔρωτα τὸν περὶ ἡμᾶς. Οὐ γὰρ ἁπλῶς ἡμῶν προνοεῖ, ἀλλὰ καὶ ἐρῶν καὶ σφόδρα ἐρῶν ἔρωτά τινα ἀμήχανον, ἔρωτα ἀπαθῆ μέν, θερμότατον δὲ καὶ εὐτονώτατον καὶ γνήσιον καὶ ἀκατάλυτον καὶ σβεσθῆναι μὴ δυνάμενον.