# Ad eos qui scandalizati sunt 6.11-13

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt, 6.11 to 6.13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/ad-eos-qui-scandalizati-sunt/6.11

Εἶτα δεικνὺς πόσον, ἐπήγαγε τοῦτο τὸ ὑπόδειγμα· καὶ οὐδὲ τούτοις ἀρκεῖται μόνοις, ἀλλ' εἰς ἑτέραν παχυτέραν καταφέρει τὸν λόγον εἰκόνα. Ἐν γὰρ τῷ Ὠσηὲ ἔλεγε· «Τί σοι ποιήσω, Ἐφραΐμ; τί σοι ποιήσω, Ἰούδα; Ὡς Ἀδάμα θήσομαι σε καὶ ὡς Σεβοείμ. Μετεστράφη ἡ καρδία μου ἐν τῷ αὐτῷ· συνεταράχθη ἡ μεταμέλειά μου.» Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὐδὲ τὸ ῥῆμα ἤνεγκα τῆς ἀπειλῆς, φησί. Καὶ ἀνθρωπίνως μὲν διαλέγεται, οὐχ ἵνα τι ἀνθρώπινον ὑποπτεύσῃς, ἄπαγε, ἀλλ' ἵνα ἀπὸ τῆς παχυτάτης λέξεως θεοπρεπῆ τὴν ἀγάπην καὶ γνησίαν καὶ ἀκατάλυτον νοήσῃς. Ὥσπερ γάρ τις μανικῶς τινος ἐρῶν, οὐδὲ μέχρι ῥημάτων αἱρεῖται λυπῆσαι τὸν ἐρώμενον, οὕτω δὴ καὶ αὐτός φησιν· Ἐπειδὴ μόνον εἶπον, καὶ ἐλύπησα τῇ λέξει· «Μετεστράφη ἡ καρδία μου ἐν ταὐτῷ.» Οὐδὲ γὰρ τὰς βαρυτάτας ταύτας παραιτεῖται εἰκόνας παράγειν, ἵνα δείξῃ τὸ φίλτρον, ὅπερ μάλιστα ἐρῶντός ἐστι.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg087.local001/.
