Ancient Greek
Chapter 7
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt 7.22
Not analysed yet
Καὶ ταῦτα πάντα, ἄνθρωπε, διὰ σέ. Καὶ γὰρ καὶ ἄνεμοι διὰ σὲ—ἐπὶ γὰρ τὴν ἀρχὴν τὸν λόγον ἐπανάξομεν πάλιν—ἵνα τὰ σώματα πεπονηκότα ῥιπίζωσιν, ἵνα τὸν ἀπὸ τοῦ βορβόρου μολυσμὸν καὶ τὴν γινομένην βαρύτητα ἀπὸ τοῦ καπνοῦ καὶ τῶν καμίνων καὶ ἑτέρων ἀναθυμιάσεων διακαθαίρωσιν, ἵνα τὴν ἐκ τῆς ἀκτῖνος θερμότητα παραμυθῶνται, ἵνα κοῦφον ποιῶσι τὸ πνῖγος, ἵνα τὰ σπέρματα τρέφωσιν, ἵνα τὰ φυτὰ αὔξωσιν, ἵνα σοι καὶ ἐν θαλάσσῃ συνοδοιπορῶσι καὶ ἐν γῇ τῆς γεωργίας ὑπηρέται γένωνται, ἐκεῖ μὲν βέλους ὀξύτερον τὰ πλοῖα παραπέμποντες, οὕτω τὸν πλοῦν κοῦφον καὶ εὐμαρῆ κατασκευάζοντες,