# Ad eos qui scandalizati sunt 7.23-28

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt, 7.23 to 7.28. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/ad-eos-qui-scandalizati-sunt/7.23

ἐνταῦθα δὲ μετὰ σοῦ τὰς ἅλωνας ἀνακαθαίροντες καὶ τὰ ἄχυρα τοῦ καρποῦ διαχωρίζοντες καὶ τὴν ἐκ τῆς ἐργασίας ταλαιπωρίαν ἐπικουφίζοντες, ἵνα σοι τὸν ἀέρα κοῦφον καὶ προσηνῆ κατασκευάσωσιν, ἵνα σε καὶ ἑτέρωθεν τέρπωσι, νῦν μὲν γλυκὺ καὶ προσηνὲς συρίζοντες, νῦν δὲ ἠρέμα φυτοῖς προσβάλλοντες καὶ πέταλα δένδρων σείοντες, ἵνα σοι τὸν ὕπνον καὶ θέρους καὶ ἔαρος ὥρᾳ ἡδίω καὶ μέλιτος γλυκύτερον ἐργάσωνται, ἵν', ὅπερ ἐπὶ τῶν δένδρων ποιοῦσι, τοῦτο καὶ ἐπὶ τῶν θαλαττίων νώτων ἐργαζόμενοι, ἐπί τε τῶν ποταμίων ναμάτων καὶ τὴν ἐπιφάνειαν αὐτῶν μετεωρίζοντες, πολλήν σοι ἐντεῦθεν παρέχωσι τὴν ἀπὸ τῆς θέας τέρψιν καὶ πρὸ τῆς τέρψεως δὲ ταύτης καὶ ὠφέλειαν μεγίστην. Καὶ γὰρ καὶ τοῖς ὕδασιν οὗτοι καὶ ἄλλως χρήσιμοι, οὐκ ἀφιέντες διηνεκῶς ἑστῶτα τὰ ὕδατα κατασήπεσθαι, ἀλλὰ τῷ συνεχῶς αὐτὰ κινεῖν καὶ ἀναρριπίζειν νεαρὰ καὶ ἀκμάζοντα καθιστῶντες καὶ πρὸς τροφὴν τῶν ἐν αὐτοῖς νηχομένων ζῴων ἐπιτηδειότερα. Εἰ δὲ καὶ αὐτὴν βουληθείης περιεργάζεσθαι τὴν νύκτα, ὄψει καὶ ἐντεῦθεν πολλὴν τοῦ ποιητοῦ τὴν πρόνοιαν. Καὶ γὰρ ἀναπαύει σοι τὸ σῶμα πεπονηκὸς καὶ τὰ μέλη σοι κατατεινόμενα τοῖς μεθημερινοῖς πόνοις ἀνίησι καὶ χαλᾷ, ἀλλοιοῦσα καὶ πρὸς ἀκμὴν διὰ τῆς ἡσυχίας ἐπανάγουσα πάλιν· οὐ μόνον δέ, ἀλλὰ καὶ τῶν μεθημερινῶν σε ἀπαλλάττει λυπῶν καὶ τῶν ἀκαίρων ἀνίησι φροντίδων· πολλάκις δὲ καὶ νοσοῦντος πυρετὸν ἔσβεσεν, ἀντιφάρμακον ὕπνον ἐπάξασα καὶ τὴν τῶν ἰατρῶν ἀπορουμένην τέχνην εἰς εὔδιον ὁρμίσασα λιμένα καὶ πολλῶν ἀπαλλάξασα πόνων. Καὶ τοσαύτη αὐτῆς ἡ χρεία, τηλικαύτη ἡ ὠφέλεια ὡς καὶ τὴν ἡμέραν πολλάκις παραπόλλυσθαι τοῖς ἐν αὐτῇ σχολάζειν ἀποστερηθεῖσιν. Εἰ γάρ τις ἀνέλοι τῷ λόγῳ τὴν τῆς νυκτὸς ἡσυχίαν καὶ τὴν ἄνεσιν καὶ τὴν ἀνακωχήν, δι' ἧς ἅπαντα ἀναπαύονται καὶ ψυχὴ πεπονηκυῖα καὶ σῶμα ταλαιπωρηθὲν ἀκμαζούσῃ τῇ διανοίᾳ τῆς μεθ' ἡμέραν ἐργασίας ἅπτεσθαι παρασκευάζει, ἄχρηστον ὄψεται τὸ ζῷον τοῦτο γινόμενον.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg087.local001/.
