Ancient Greek
Chapter 7
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt 7.30
Not analysed yet
Εἰ δὲ καὶ ἐπὶ τὸν ἄπειρον τῶν ἰχθύων δῆμον ἁπλώσαιμεν τὸν λόγον, τῶν ἐν λίμναις, τῶν ἐν πηγαῖς, τῶν ἐν ποταμοῖς, τῶν ἐν τῇ πλεομένῃ, τῶν ἐν τῇ ἀπλώτῳ θαλάττῃ ἢ καὶ τὰ ἄφατα τῶν ὀρνίθων κατίδοιμεν ἔθνη, τῶν ἐν ἀέρι, τῶν ἐν γῇ, τῶν ἐν ὕδασιν ὁμοῦ καὶ γῇ—καὶ γάρ ἐστιν ἀμφίβια πολλὰ ἐν αὐτοῖς—τῶν ἀγρίων, τῶν ἡμέρων, τῶν ἀγρίων μέν, τιθασσευομένων δέ, τῶν δι' ὅλου μενόντων ἀγρίων, τῶν ἐσθιομένων, τῶν οὐκ ἐσθιομένων καὶ περιεργασαίμεθα ἑκάστου καὶ κάλλος καὶ πτερὸν καὶ φωνὴν ᾠδικήν,