# Ad eos qui scandalizati sunt 7.35-38

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt, 7.35 to 7.38. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/ad-eos-qui-scandalizati-sunt/7.35

Ἀπὸ γὰρ τῆς αὐτῆς προνοίας, ἀπὸ τῆς αὐτῆς ἀγαθότητος ἀφ' ἧς οὐκ ὄντας ἐποίησεν, ἀπὸ τῆς αὐτῆς καὶ ἀποθνήσκειν ἐκέλευσε καὶ τοιοῦτον ἔχειν τὸ τέλος. Εἰ γὰρ καὶ διάφορα τὰ γινόμενα, ἀλλὰ μιᾶς εἰσιν ἀγαθότητος· ὅ τε γὰρ ἀπελθὼν οὐδὲν ἐντεῦθεν παραβλάπτεται, ὅ τε ζῶν τὰ μέγιστα ἐντεῦθεν κερδανεῖ, ἐν ἀλλοτρίῳ σώματι οἰκείαν καρπούμενος ὠφέλειαν. Ὅταν γὰρ ἴδῃ τὸν χθὲς καὶ πρώην μετ' αὐτοῦ βαδίζοντα, τοῦτον εἰς σκώληκας διαλυόμενον καὶ εἰς ἰχῶρα καὶ τέφραν καὶ κόνιν, κἂν αὐτοῦ τοῦ διαβόλου τὴν ἀπόνοιαν ἔχῃ, καταπτήσσει, συστέλλεται, μετριάζει, φιλοσοφεῖν παιδεύεται καὶ τὴν μητέρα τῶν ἀγαθῶν τὴν ταπεινοφροσύνην εἰς τὴν διάνοιαν εἰσοικίζει. Καὶ οὔτε ὁ ἀπελθών τι παρεβλάβη· ἀπολήψεται γὰρ τοῦτο τὸ σῶμα ἀκήρατον καὶ ἄφθαρτον· ὅ τε ἔτι ἐν τῷ σκάμματι ὤν, ἀφ' ὧν οὐδὲν ἕτερος ἐβλάβη, τὰ μέγιστα κερδανεῖ. Οὐχ ὁ τυχὼν διδάσκαλος φιλοσοφίας ὁ θάνατος εἰσηνέχθη εἰς τὸν ἡμέτερον βίον, παιδαγωγῶν τὴν διάνοιαν καὶ τὰ πάθη τῆς ψυχῆς χαλινῶν καὶ τὰ κύματα καταστέλλων καὶ γαλήνην ποιῶν. Μαθὼν τοίνυν καὶ ἐκ τῶν εἰρημένων καὶ ἐξ ἑτέρων πλειόνων τοῦ φωτὸς τούτου φανερώτερον διαλάμπουσαν τὴν τοῦ Θεοῦ πρόνοιαν, μὴ περιεργάζου τὰ περιττά, μηδὲ ἀκίχητα δίωκε, τὰς αἰτίας πάντων ἐξετάζων. Καὶ γὰρ αὐτὸ τὸ εἶναι ἐξ ἀγαθότητος ἡμῖν παρέσχεν οὐ χρείαν ἔχων ἡμῶν τῆς διακονίας.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg087.local001/.
