Ancient Greek
7.4 to 7.5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt 7.4-5
Not analysed yet
Οὐκ ἀστράσι δὲ ἐκαλλώπισε μόνον, ἀλλὰ καὶ ἡλίῳ καὶ σελήνῃ κατεκόσμησεν, ἐν ἑκατέρῳ τῷ καιρῷ πολλὴν μέν σοι τὴν ἡδονήν, πολλὴν δὲ παρέχων τὴν χρείαν. Τί γὰρ ὡραιότερον οὐρανοῦ, νῦν μὲν ὑπὸ τῆς ἀκτῖνος λαμπομένου, νῦν δέ, καθάπερ τισὶν ὀφθαλμῶν βολαῖς, τῷ ἀπείρῳ τῶν ἄστρων πλήθει καταυγάζοντος τὴν γῆν καὶ ναύταις καὶ ὁδοιπόροις ὁδηγούς τινας διδόντος καὶ χειραγωγούς; Ὁ γὰρ τὸ πέλαγος τέμνων καὶ ἐπὶ τῶν οἰάκων καθήμενος καὶ κυμάτων ἐμβολαῖς καὶ ὑδάτων ἀτάκτων ῥύμῃ καὶ πνευμάτων βιαίων φορᾷ καὶ νυκτὸς ἀσελήνῳ σκότῳ ἐκδίδωσιν ἑαυτόν, τῇ παρὰ τούτου ὁδηγίᾳ θαρρῶν·