Ancient Greek
Chapter 9
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt 9.1
Not analysed yet
Μάλιστα μὲν γὰρ οὔτε ἐκ προοιμίων, οὔτε μετὰ ταῦτα πολυπραγμονεῖν δεῖ· εἰ δὲ οὕτω περίεργος εἶ καὶ πολυπράγμων, ἀνάμενε τὸ τέλος καὶ σκόπει ποῦ ταῦτα ἀπαντᾷ καὶ μὴ θορυβοῦ, μηδὲ ταράττου ἐκ προοιμίων. Ἐπεὶ καὶ τὸν χρυσοχόον ἄπειρός τις ὁρῶν ἐν ἀρχῇ τήκοντα τὸν χρυσὸν καὶ τῇ τέφρᾳ ἀναμιγνύντα καὶ τοῖς ἀχύροις, εἰ μὴ τὸ τέλος ἀναμείνειεν, ἡγήσεται ἀπολωλέναι τὸ χρυσίον· εἰ δὲ καὶ ἐν θαλάττῃ τις τεχθεὶς καὶ τραφείς, εἶτα ἀθρόον εἰς τὴν μεσόγειον μετοικισθεὶς καὶ καθ' ὅλου τῆς περὶ τὴν γῆν ἐπιμελείας ἀνήκοος ὤν,