# Ad eos qui scandalizati sunt 9.5

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt, Chapter 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/ad-eos-qui-scandalizati-sunt/9.5

Καὶ σὺ τοίνυν, ἄνθρωπε, μάλιστα μὲν μὴ περιεργάζου τὸν κοινὸν ἁπάντων ἡμῶν Δεσπότην· εἰ δὲ οὕτω φιλόνεικος εἶ καὶ τολμηρὸς ὡς μαίνεσθαι τὴν μανίαν ταύτην, κἂν τὸ τέλος ἀνάμεινον τῶν γινομένων. Εἰ γὰρ ὁ γηπόνος ὁλόκληρον ἀναμένει χειμῶνα, οὐ πρὸς ταῦτα ἅπερ ὁ σῖτος πάσχει βλέπων κατὰ τὴν ὥραν τοῦ κρυμοῦ, ἀλλὰ πρὸς ἐκεῖνα ὧν ἀπολαύειν μέλλει· πολλῷ μᾶλλον καὶ αὐτὸς ἐπὶ τοῦ τὴν οἰκουμένην γεωργοῦντος πᾶσαν καὶ τὰς ψυχὰς τὰς ἡμετέρας, δίκαιος ἂν εἴης ἀναμένειν τὸ τέλος· ἐγὼ δὲ τέλος οὐ τὸ ἐν τῷ παρόντι βίῳ μόνον λέγω—πολλάκις γὰρ τοῦτο καὶ ἐνταῦθα ἔσται—ἀλλὰ καὶ τὸ ἐν τῷ μέλλοντι. Πρὸς ἓν γὰρ βλέπει τέλος ἑκατέρων τῶν βίων τούτων ἡ οἰκονομία, τὴν σωτηρίαν τὴν ἡμετέραν καὶ τὴν εὐδοκίμησιν. Εἰ γὰρ καὶ τῷ χρόνῳ διῄρηται, ἀλλὰ τῷ σκοπῷ συνῆπται· καὶ ὥσπερ νῦν μὲν χειμών, νῦν δὲ ἔαρ, ἑκατέρα δὲ τοῦ ἔτους ἡ ῥοπὴ πρὸς ἓν βλέπει, τῶν καρπῶν τὴν ἀκμήν, οὕτω δὴ καὶ ἐπὶ τῶν ἡμετέρων πραγμάτων.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg087.local001/.
