Ancient Greek
Τοῦ Χρ(υσοστόμου) πρὸς τὴν Εὐδοξίαν
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad Eudoxiam (epist. 1-7) [Sp.] Τοῦ Χρ(υσοστόμου) πρὸς τὴν Εὐδοξίαν
Not analysed yet
Οἶμαι, τέκνον εὐσεβές, μὴ ἀγνοεῖσθαί σοι ὅτι χρημάτων, εἴ γε δὴ καὶ ἐβουλόμην αὐτὸς ἔχειν, εἰργόμην οὐδὲν πατράσι. Καὶ ἐχρησάμην μεγάλα τε δυναμένοις καὶ πολλὰ κεκτημένοις. Ἀλλ' ἑκὼν ἐξέστην τοῦ πλούτου τοῖς δεομένοις τὸ πρᾶγμα ἥκιστα λογισάμενος ἐμαυτῷ εἶναι φροντίδος ἄξιον. Πῶς οὖν, (φύλ. 154) ἃ κατὰ πολλήν τε αὐτὸς τὴν σπουδὴν ἀπεθέμην καὶ τῶν κοινῶν πᾶσι καταφρονεῖν συμβουλεύω, τούτων νῦν οὐκ ᾐσχύνθην ἂν ἐπιθυμητὴς φαίνεσθαι;