# Ad Eudoxiam (epist. 1-7) [Sp.] 1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad Eudoxiam (epist. 1-7) [Sp.], Letter 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/ad-eudoxiam-epist-1-7-sp/1

«Ὡς ὁρῶ, ἅπερ σπεύδω οἰκοδομεῖν πρὸς σωτηρίαν τῆς θεοφιλοῦς σου ψυχῆς, σὺ τὸ μᾶλλον καταβάλαι οὐκ ὀκνεῖς. Ἐγὼ γὰρ οὐ μόνον ταύτης τῆς προσκαίρου βασιλείας ἀπολαῦσαί σε εὔχομαι ἐν γήρᾳ πίονι, ἀλλὰ καὶ τῆς ἐπουρανίου καὶ ἀπεράντου τῶν οὐρανῶν βασιλείας κληρονόμον σε ἀναδειχθῆναι διὰ τῆς ἀγαθοεργίας σου. Ποίαν γὰρ καύχησιν ὑπερτέραν ταύτης ἔχομεν τοῦ πᾶσι γνώριμον γενέσθαι τὴν ὑμετέραν καλοκαγαθίαν ἐν πάσῃ εὐσεβείᾳ καὶ εὐπραγίᾳ βιοῦν; Ἐκπέπληγμαι δὲ ἀληθῶς καὶ ἐξέστην ἀκηκοὼς τῶν παρ' ὑμῶν ῥηθέντων σήμερον Θεοδωρίχῳ τῷ πατρικίῳ, ἀνδρὶ κατὰ Θεὸν ζῶντι, καθότι ὁ Θεὸς κατέστησεν ὑμᾶς δεσπότας πάσης γῆς καὶ θαλάσσης καὶ οὐ δέεται ἡ βασιλεία τῶν ὑπαρχόντων αὐτοῦ καὶ μάλιστα μηδὲν αὐτοῦ πταίσαντος αὐτῇ. Παρακαλῶ οὖν τὴν ὑμετέραν θεοφίλειαν μηδέν, ὧν εἴπατε αὐτῷ, ζητῆσαι παρ' αὐτοῦ, ἀλλὰ συγχωρῆσαι αὐτῷ πάντα, κελεῦσαι δὲ καὶ ἀδιαστρόφως αὐτὸν πολιτεύεσθαι, ὁ δὲ δεσπότης καὶ θεὸς ἡμῶν Ἰησοῦς Χριστὸς ἐκτελέσαι πάντα τὰ αἰτήματα ὑμῶν εἰς τὸ ἀγαθὸν κατὰ τὸ αὑτοῦ θέλημα, φιλόχριστε. Ἔρρωσο πολλοῖς ἔτεσιν διαμένουσα τῇ πολιτείᾳ Ῥωμαίων».

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad Eudoxiam (epist. 1-7) [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg367.local001/.
