Ancient Greek
ΚΑΤΗΧΗΣΙΣ ΠΡΩΤΗ. Πρὸς τοὺς μέλλοντας φωτίζεσθαι, καὶ διὰ τί λουτρὸν παλιγγενεσίας καὶ οὐκ ἀφέσεως ἁμαρτημάτων λέγεται, καὶ ὅτι ἐπικίνδυνον οὐ τὸ ἐπιορκεῖν μόνον, ἀλλὰ καὶ τὸ ὀμνύειν, κἂν εὐορκῶμεν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad illuminandos catecheses 1-2 (series prima et secunda) 1.1
Not analysed yet
Ὡς ποθεινὸς καὶ ἐπέραστος τῶν νέων ἡμῖν ἀδελφῶν ὁ χορός· ἀδελφοὺς γὰρ ὑμᾶς ἐγὼ καὶ πρὸ τῶν ὠδίνων ἤδη καλῶ, καὶ πρὸ τοῦ τόκου τὴν συγγένειαν τὴν πρὸς ὑμᾶς ἀσπάζομαι. Οἶδα γὰρ, οἶδα σαφῶς εἰς ὅσην μὲν ἄγεσθαι μέλλετε τιμὴν, εἰς ὅσην δὲ ἀρχήν· τοὺς δὲ ἀρχὴν μέλλοντας λαμβάνειν, καὶ πρὸ τῆς ἀρχῆς εἰώθασι τιμᾷν ἅπαντες, διὰ τῆς θεραπείας εὔνοιαν ἑαυτοῖς προαποτιθέμενοι πρὸς τὸ μέλλον. Τοῦτο δὲ καὶ αὐτὸς ποιῶ νῦν· οὐ γὰρ εἰς ἀρχὴν ἄγεσθαι μέλλετε ψιλὴν, ἀλλ' εἰς βασιλείαν αὐτήν· μᾶλλον δὲ οὐκ εἰς βασιλείαν ἁπλῶς, ἀλλ' εἰς αὐτὴν τῶν οὐρανῶν τὴν βασιλείαν. Διὰ τοῦτο ὑμῶν δέομαι καὶ ἀντιβολῶ, ἵνα μνησθῆτέ μου, ὅταν ἔλθητε εἰς βασιλείαν ἐκείνην, καὶ ὅπερ ὁ Ἰωσὴφ ἔλεγε πρὸς τὸν ἀρχιοινοχόον· Μνήσθητί μου, ὅταν εὖ σοι γένηται· τοῦτο κἀγὼ λέγω πρὸς ὑμᾶς ἄρτι· Μνήσθητέ μου ὅταν εὖ ὑμῖν γένηται. Οὐκ ἐνυπνίων ταύτην ἀπαιτῶ τὴν ἀμοιβὴν καθάπερ ἐκεῖνος· οὐ γὰρ ὀνείρατα ἦλθον διαλῦσαι ὑμῖν, ἀλλὰ τὰ ἐν τοῖς οὐρανοῖς διηγησόμενος πράγματα, καὶ εὐαγγέλια κομίζων ἀγαθῶν τοιούτων, Οἷα οὔτε ὀφθαλμὸς εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη· τοιαῦτά ἐστιν Ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Ὁ μὲν οὖν Ἰωσὴφ ἔλεγε πρὸς τὸν οἰνοχόον ἐκεῖνον· Ἔτι τρεῖς ἡμέραι, καὶ ἀποκαταστήσει σε Φαραὼ εἰς τὴν ἀρχιοινοχοΐαν σου· ἐγὼ δὲ οὐ λέγω, Ἔτι τρεῖς ἡμέραι, καὶ εἰς οἰνοχοΐαν ἐνεχθήσεσθε τυράννου· ἀλλ' ἔτι τριάκοντα ἡμέραι, καὶ ἀποκαταστήσει ὑμᾶς οὐχὶ Φαραὼ, ἀλλ' ὁ τῶν οὐρανῶν βασιλεὺς εἰς τὴν ἄνω πατρίδα, εἰς τὴν ἐλευθέραν Ἱερουσαλὴμ, εἰς τὴν πόλιν τὴν ἐν τοῖς οὐρανοῖς. Κἀκεῖνος μὲν ἔλεγεν, ὅτι Δώσεις τὸ ποτήριον εἰς χεῖρας τοῦ Φαραώ· ἐγὼ δὲ οὐ λέγω, ὅτι δώσετε τὸ ποτήριον εἰς τὰς χεῖρας τοῦ βασιλέως, ἀλλ' ὅτι αὐτὸς ὁ βασιλεὺς εἰς χεῖρα τὴν ὑμετέραν δώσει τὸ ποτήριον τὸ φρικτὸν καὶ πολλῆς γέμον δυνάμεως, καὶ τῆς κτίσεως τιμιώτερον ἑκατέρας. Ἴσασιν οἱ μεμυημένοι τοῦ ποτηρίου τούτου τὴν ἰσχύν· εἴσεσθε δὲ καὶ ὑμεῖς μικρὸν ὕστερον. Μνήσθητε οὖν, ὅταν ἔλθητε εἰς τὴν βασιλείαν ἐκείνην, ὅταν τὸ ἱμάτιον τὸ βασιλικὸν ἀπολάβητε, ὅταν τὴν πορφύραν περιβάλησθε τὴν αἵματι βαφεῖσαν Δεσποτικῷ, ὅταν διάδημα ἀναδήσησθε τῶν ἡλιακῶν ἀκτίνων φαιδροτέρας ἔχον πανταχόθεν ἐκπηδώσας λαμπηδόνας. Τοιαῦτα γὰρ τοῦ νυμφίου τὰ ἕδνα, μείζονα μὲν τῆς ἡμετέρας ἀξίας, ἄξια δὲ τῆς αὐτοῦ φιλανθρωπίας. Διὰ ταῦτα ὑμᾶς ἐντεῦθεν ἤδη καὶ πρὸ τῶν ἱερῶν ἐκείνων μακαρίζω παστάδων· οὐ μακαρίζω δὲ μόνον, ἀλλὰ καὶ ἐπαινῶ τὴν εὐγνωμοσύνην, ὅτι μὴ καθάπερ οἱ ῥᾳθυμότεροι τῶν ἀνθρώπων, ἐν ἐσχάταις ἀναπνοαῖς τῷ φωτίσματι προσήλθετε, ἀλλ' ἐντεῦθεν ἤδη καθάπερ οἰκέται εὐγνώμονες, μετὰ πολλῆς εὐνοίας ὑπακοῦσαι Δεσπότῃ παρεσκευασμένοι, τὸν αὐχένα τῆς ψυχῆς μετὰ πολλῆς ἐπιεικείας τε καὶ προθυμίας ὑπὸ τὴν ζεύγλην ἠγάγετε τοῦ Χριστοῦ, καὶ τὸν ζυγὸν ἐδέξασθε τὸν χρηστὸν, καὶ τὸ φορτίον ἐλάβετε τὸ ἐλαφρόν. Εἰ γὰρ καὶ τὰ τῆς χάριτος ἴσα ὑμῖν καὶ τοῖς ἐν τῇ τελευτῇ μυσταγωγουμένοις, ἀλλὰ τὰ τῆς προαιρέσεως οὐκ ἴσα, οὐδὲ τὰ τῆς παρασκευῆς τῶν πραγμάτων. Ἐκεῖνοι μὲν γὰρ ἐν τῇ κλίνῃ λαμβάνουσιν, ὑμεῖς δὲ ἐν τοῖς κόλποις τῆς Ἐκκλησίας τῆς κοινῆς ἁπάντων ἡμῶν μητρός· κἀκεῖνοι μὲν ὀδυρόμενοι καὶ δακρύοντες, ὑμεῖς δὲ χαίροντες καὶ εὐφραινόμενοι· ἐκεῖνοι στένοντες, ὑμεῖς δὲ εὐχαριστοῦντες· κἀκεῖνοι μὲν πολλῷ κεκαρωμένοι τῷ πυρετῷ, ὑμεῖς δὲ πολλῆς ἐμπεπλησμένοι τῆς πνευματικῆς ἡδονῆς. Ὅθεν ἐνταῦθα μὲν ἅπαντα σύμφωνα τῇ δωρεᾷ, ἐκεῖ δὲ πάντα ἐναντία τῇ δωρεᾷ· καὶ γὰρ θρῆνος καὶ ὀδυρμὸς πολὺς μυσταγωγουμένων, καὶ παιδία περιίσταται κλαίοντα, καὶ γυνὴ τὰς παρειὰς καταξαίνουσα, καὶ φίλοι κατηφεῖς, καὶ οἰκέται δακρύων γέμοντες, ὅλον τὸ τῆς οἰκίας σχῆμα χειμερινήν τινα καὶ ζοφώδη μιμεῖται ἡμέραν· ἐὰν δὲ αὐτὴν τοῦ κατακειμένου τὴν καρδίαν ἀναπτύξῃς, σκυθρωποτέραν τούτων εὑρήσεις. Καθάπερ γὰρ ἄνεμοι μετὰ πολλῆς τῆς ῥύμης ἐξεναντίας ἀλλήλοις ἐμβάλλοντες εἰς πολλὰ τὸ πέλαγος διατέμνουσι μέρη· οὕτω καὶ οἱ λογισμοὶ τῶν τότε κατεχόντων δεινῶν εἰς τὴν τοῦ κάμνοντος ἐμπίπτοντες ψυχὴν, εἰς πολλὰς τὴν ἐκείνου διάνοιαν σχίζουσι φροντίδας. Ὅταν εἰς τὰ παιδία ἀπίδῃ, τὴν ὀρφανίαν αὐτῶν ἐννοεῖ· ὅταν πρὸς τὴν γυναῖκα ἀποβλέψῃ, τὴν χηρείαν λογίζεται· ὅταν ἴδῃ τοὺς οἰκέτας, τὴν ἐρημίαν ἁπάσης σκοπεῖ τῆς οἰκίας· ὅταν πρὸς ἑαυτὸν ἐπανέλθῃ, τῆς παρούσης ἑαυτὸν ἀναμιμνήσκει ζωῆς, καὶ ἀποῤῥήγνυσθαι μέλλων, πολὺ δέχεται τῆς ἀθυμίας τὸ νέφος. Τοιαύτη ἡ τοῦ μέλλοντος μυσταγωγεῖσθαι ψυχή. Εἶτα μεταξὺ τῶν θορύβων καὶ τῆς ταραχῆς αὐτῆς, ἐπεισέρχεται ὁ ἱερεὺς αὐτοῦ τοῦ πυρετοῦ φοβερώτερος ὢν, καὶ τοῦ θανάτου τοῖς τοῦ κάμνοντος προσήκουσιν ἀπηνέστερος· τῆς γὰρ τοῦ ἰατροῦ φωνῆς τῆς ἀπογινωσκούσης τὴν ζωὴν τὴν ἐκείνου μείζων ἀπόγνωσις εἶναι νομίζεται ἡ τοῦ πρεσβυτέρου εἴσοδος, καὶ θανάτου σύμβολον εἶναι δοκεῖ τῆς αἰωνίου ζωῆς ἡ ὑπόθεσις. Ἀλλ' οὔπω τὸν κολοφῶνα ἐπέθηκα τῶν κακῶν· μεταξὺ γὰρ θορυβούντων τῶν ἐπιτηδείων καὶ παρασκευαζομένων, παλλάκις ἔρημον ἀφεῖσα τὸ σῶμα ἀπεπήδησεν ἡ ψυχὴ, πολλοὺς δὲ καὶ παροῦσα οὐδὲν ὤνησεν. Ὅταν γὰρ μήτε τοὺς παρόντας ἐπιγινώσκῃ, μήτε φωνῆς ἀκούῃ, μήτε ἀποκρίνασθαι δύνηται τὰ ῥήματα ἐκεῖνα, δι' ὧν τὴν μακαρίαν συνθήκην πρὸς τὸν κοινὸν ἡμῶν ἁπάντων καταθήσεται Δεσπότην, ἀλλ' ὥσπερ ξύλον ἀργὸν ἢ λίθος, ὁ φωτίζεσθαι μέλλων πρόκειται νεκροῦ μηδὲν διαφέρων, τί τῆς μυσταγωγίας ὄφελος ἐν ἀναισθησίᾳ τοσαύτῃ;