# Ad illuminandos catecheses 1-2 (series prima et secunda) 5.1-2

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad illuminandos catecheses 1-2 (series prima et secunda), ΚΑΤΗΧΗΣΙΣ ΔΕΥΤΕΡΑ. Πρὸς τοὺς μέλλοντας φωτίζεσθαι· καὶ περὶ γυναικῶν τῶν ἐν πλέγμασι καὶ χρυσῷ κατακοσμουσῶν ἑαυτάς· καὶ περὶ τῶν κληδονισμοῖς, ἢ περιάπτοις, ἢ ἐπῳδαῖς κεχρημένων, ἅπερ ἅπαντα ἀλλότρια Χριστιανισμοῦ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/ad-illuminandos-catecheses-1-2-series-prima-et-secunda/5.1-2

Ταύτην καὶ ὑμᾶς τοὺς μυσταγωγεῖσθαι μέλλοντας μαθεῖν ἀξιῶ· αὕτη γὰρ ἡ φωνὴ συνθήκη πρὸς τὸν Δεσπότην ἐστί. Καὶ καθάπερ ἡμεῖς οἰκέτας ἀγοράζοντες, αὐτοὺς τοὺς πωλουμένους πρότερον ἐρωτῶμεν, εἰ βούλονται ἡμῖν δουλεῦσαι, οὕτω καὶ ὁ Χριστὸς ποιεῖ· ἐπειδὴ μέλλει σε εἰς δουλείαν λαμβάνειν, πρότερον ἐρωτᾷ, εἰ βούλει τὸν τύραννον ἐκεῖνον ἀφεῖναι τὸν ὠμὸν καὶ ἀπηνῆ, καὶ συνθήκας δέχεται παρὰ σοῦ· οὐ γὰρ κατηναγκασμένη αὐτοῦ ἡ δεσποτεία ἐστί. Καὶ σκόπει Θεοῦ φιλανθρωπίαν. Ἡμεῖς μὲν γὰρ πρὶν ἢ τὴν τιμὴν καταβαλεῖν, ἐρωτῶμεν τοὺς πωλουμένους, καὶ ἐπειδὰν μάθωμεν, ὅτι βούλονται, τότε τὴν τιμὴν καταβάλλομεν· ὁ δὲ Χριστὸς οὐχ οὕτως, ἀλλὰ καὶ τὴν τιμὴν κατέβαλεν ὑπὲρ ἁπάντων ἡμῶν, τὸ τίμιον αὐτοῦ αἷμα· Τιμῆς γὰρ, φησὶν, ἠγοράσθητε· καὶ ὅμως οὐδὲ οὕτως ἀναγκάζει μὴ βουλομένους αὐτῷ δουλεῦσαι, ἀλλ' εἰ μὴ χάριν ἔχεις, φησὶ, καὶ παρὰ σαυτοῦ καὶ ἑκὼν θέλεις ἐπιγράψασθαι τὴν δεσποτείαν, οὐκ ἀναγκάζω οὐδὲ βιάζομαι. Καὶ ἡμεῖς μὲν οὐκ ἂν ἑλοίμεθα πονηροὺς οἰκέτας πρίασθαι· εἰ δὲ καὶ ἑλοίμεθά ποτε, αἱρέσει κακῇ τούτους ἀγοράζομεν, καὶ τοιαύτην καταβάλλομεν τιμήν· ὁ δὲ Χριστὸς ἀγνώμονας οἰκέτας ἀγοράζων καὶ παρανόμους, πρωτείου δούλου τιμὴν κατέβαλε, μᾶλλον δὲ πολλῷ μείζονα, καὶ τοσούτῳ μείζονα, ὡς μηδὲ λόγον μηδὲ ἔννοιαν αὐτῆς παραστῆσαι τὸ μέγεθος· οὐ γὰρ οὐρανὸν καὶ γῆν καὶ θάλασσαν δοὺς, ἀλλὰ τὸ πάντων τούτων τιμιώτερον, τὸ ἑαυτοῦ αἷμα καταθεὶς, οὕτως ἡμᾶς ἐξηγόρασε· καὶ μετὰ ταῦτα πάντα οὐ μάρτυρας ἡμᾶς, οὐκ ἔγγραφα ἀπαιτεῖ, ἀλλ' ἀρκεῖται ψιλῇ τῇ φωνῇ, κἂν εἴπῃς ἀπὸ διανοίας· Ἀποτάσσομαί σοι, Σατανᾶ, καὶ τῇ πομπῇ σου, τὸ πᾶν ἀπείληφε. Τοῦτο τοίνυν λέγωμεν. Ἀποτάσσομαί σοι, Σατανᾶ, ὡς ἐκεῖ μέλλοντες, κατὰ τὴν ἡμέραν ἐκείνην, ταύτην ἀπαιτεῖσθαι τὴν φωνὴν, καὶ φυλάξωμεν αὐτὴν, ἵνα σώαν τὴν παρακαταθήκην ταύτην ἀποδῶμεν τότε· πομπὴ δὲ σατανική ἐστι θέατρα καὶ ἱπποδρομίαι, καὶ πᾶσα ἁμαρτία καὶ παρατήρησις ἡμερῶν, καὶ κληδόνες καὶ σύμβολα. Καὶ τί ποτέ ἐστι σύμβολα; φησί. Πολλάκις ἐξελθών τις τὴν οἰκίαν τὴν ἑαυτοῦ, εἶδεν ἄνθρωπον ἑτερόφθαλμον ἢ χωλεύοντα, καὶ οἰωνίσατο. Τοῦτο πομπὴ σατανική· οὐ γὰρ ἡ ἀπάντησις τοῦ ἀνθρώπου πονηρὰν ποιεῖ τὴν ἡμέραν γενέσθαι, ἀλλὰ τὸ ἐν ἁμαρτίαις ζῇν. Ὅταν τοίνυν ἐξέλθῃς, ἓν μόνον φύλαξαι, μὴ ἁμαρτία σοι ἀπαντήσῃ· αὕτη γάρ ἐστιν ἡ ἡμᾶς ὑποσκελίζουσα, χωρὶς δὲ ταύτης οὐδὲν ὁ διάβολος ἡμᾶς βλάψαι δυνήσεται. Τί λέγεις; ἄνθρωπον ὁρᾷς, καὶ οἰωνίζῃ, καὶ οὐχ ὁρᾷς τὴν πάγην τὴν διαβολικὴν, πῶς ἐκπολεμοῖ σε τῷ μηδὲν ἠδικηκότι; πῶς ἐχθρός σε καθίστησι τῷ ἀδελφῷ ἐξ οὐδεμιᾶς δικαίας προφάσεως; Καὶ ὁ μὲν Θεὸς καὶ τοὺς ἐχθροὺς φιλεῖν ἐκέλευσε, σὺ δὲ καὶ τὸν οὐδὲν ἠδικηκότα ἀποστρέφῃ μηδὲν ἔχων ἐγκαλεῖν, καὶ οὐκ ἐννοεῖς πόσος ὁ γέλως, πόση ἡ αἰσχύνη, μᾶλλον δὲ πόσος ὁ κίνδυνος; Εἴπω καὶ ἕτερον καταγελαστότερον; Αἰσχύνομαι μὲν καὶ ἐρυθριῶ, ἀναγκάζομαι δὲ ὅμως διὰ τὴν ὑμετέραν σωτηρίαν εἰπεῖν· Ἐὰν ἀπαντήσῃ παρθένος, φησὶν, ἄπρακτος ἡ ἡμέρα γίνεται· ἐὰν δὲ ἀπαντήσῃ πόρνη, δεξιὰ καὶ χρηστὴ καὶ πολλῆς ἐμπορίας γέμουσα. Ἐγκαλύπτεσθε, καὶ τὸ μέτωπον ἐκρούσατε, καὶ πρὸς τὴν γῆν κατεκύψατε; ἀλλὰ μὴ νῦν τῶν ῥημάτων λεγομένων, ἀλλὰ τῶν πραγμάτων γινομένων. Ὅρα γοῦν καὶ ἐνταῦθα, πῶς τὸν δόλον ἔκρυψεν ὁ διάβολος, ἵνα τὴν μὲν σώφρονα ἀποστρεφώμεθα, τὴν δὲ ἀκόλαστον ἀσπαζώμεθα καὶ φιλῶμεν. Ἐπειδὴ γὰρ ἤκουσε τοῦ Χριστοῦ λέγοντος, ὅτι Ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτὴν, καὶ εἶδε πολλοὺς περιγενομένους ἀκολασίας, βουλόμενος δι' ἑτέρας ὁδοῦ πάλιν ἐμβαλεῖν αὐτοὺς εἰς τὴν ἁμαρτίαν, διὰ ταύτης τῆς παρατηρήσεως, ἑταιρίσι γυναιξὶν ἡδέως προσέχειν ἀνέπεισε. Τί ἄν τις εἴποι περὶ τῶν ἐπῳδαῖς καὶ περιάπτοις κεχρημένων, καὶ νομίσματα χαλκᾶ Ἀλεξάνδρου τοῦ Μακεδόνος ταῖς κεφαλαῖς καὶ τοῖς ποσὶ περιδεσμούντων; Αὗται αἱ ἐλπίδες ἡμῶν, εἰπέ μοι, ἵνα μετὰ σταυρὸν καὶ θάνατον Δεσποτικὸν εἰς Ἕλληνος βασιλέως εἰκόνα τὰς ἐλπίδας τῆς σωτηρίας ἔχωμεν; Οὐκ οἶδας πόσα κατώρθωσεν ὁ σταυρός; τὸν θάνατον κατέλυσε, τὴν ἁμαρτίαν ἔσβεσε, τὸν ᾅδην ἄχρηστον ἐποίησε, τοῦ διαβόλου τὴν δύναμιν ἐξέλυσε, καὶ εἰς σώματος ὑγίειαν οὐκ ἔστιν ἀξιόπιστος; τὴν οἰκουμένην ἀνέστησεν ἅπασαν, καὶ σὺ αὐτῷ οὐ θαῤῥεῖς; καὶ τίνος ἂν ἄξιος εἴης, εἰπέ μοι; Οὐ περίαπτα δὲ μόνον, ἀλλὰ καὶ ἐπῳδὰς σαυτῷ περιάγεις, γραΐδια μεθύοντα καὶ παραπαίοντα εἰς τὴν οἰκίαν σου εἰσάγων· καὶ οὐκ αἰσχύνῃ οὐδὲ ἐρυθριᾷς μετὰ τοσαύτην φιλοσοφίαν πρὸς ταῦτα ἐπτοημένος; Καὶ τὸ χαλεπώτερον τῆς ἀπάτης· ὅταν γὰρ παραινῶμεν ταῦτα καὶ ἀπάγωμεν, δοκοῦντες ἀπολογεῖσθαί φασιν, ὅτι Χριστιανή ἐστιν ἡ γυνὴ ἡ ταῦτα ἐπᾴδουσα, καὶ οὐδὲν ἕτερον φθέγγεται, ἢ τὸ τοῦ Θεοῦ ὄνομα. Διὰ τοῦτο μὲν οὖν αὐτὴν μάλιστα μισῶ καὶ ἀποστρέφομαι, ὅτι τῷ ὀνόματι τοῦ Θεοῦ πρὸς ὕβριν κατακέχρηται, ὅτι λέγουσα Χριστιανὴ εἶναι, τὰ τῶν Ἑλλήνων ἐπιδείκνυται. Καὶ γὰρ καὶ οἱ δαίμονες τὸ τοῦ Θεοῦ ὄνομα ἐφθέγγοντο, ἀλλ' ἦσαν δαίμονες, καὶ οὕτως ἔλεγον πρὸς τὸν Χριστόν· Οἴδαμέν σε τίς εἶ, ὁ ἅγιος τοῦ Θεοῦ· καὶ ὅμως ἐπετίμησεν αὐτοῖς καὶ ἀπήλασε. Διὰ δὴ ταῦτα παρακαλῶ τῆς ἀπάτης καθαρεύειν ταύτης, καὶ καθάπερ βακτηρίαν ἔχειν τὸ ῥῆμα τοῦτο. Καὶ ὥσπερ χωρὶς ὑποδημάτων ἢ ἱματίων οὐκ ἂν ἕλοιτό τις ὑμῶν εἰς τὴν ἀγορὰν καθεῖναι· οὕτω χωρὶς τοῦ ῥήματος τούτου μηδέποτε εἰς τὴν ἀγορὰν ἐμβάλῃς, ἀλλ' ὅταν μέλλῃς ὑπερβαίνειν τὰ πρόθυρα τοῦ πυλῶνος, τοῦτο φθέγξαι τὸ ῥῆμα πρότερον· Ἀποτάσσομαί σοι, Σατανᾶ, καὶ τῇ πομπῇ σου καὶ τῇ λατρείᾳ σου, καὶ συντάσσομαί σοι, Χριστέ· καὶ μηδέποτε χωρὶς τῆς φωνῆς ταύτης ἐξέλθῃς· τοῦτό σοι βακτηρία ἔσται, τοῦτο ὅπλον, τοῦτο πύργος ἄμαχος. Καὶ μετὰ τοῦ ῥήματος τούτου καὶ τὸν σταυρὸν ἐπὶ τοῦ μετώπου διατύπωσον· οὕτω γὰρ οὐ μόνον ἄνθρωπος ἀπαντῶν, ἀλλ' οὐδὲ αὐτὸς ὁ διάβολος βλάψαι τι δυνήσεται, μετὰ τούτων σε ὁρῶν τῶν ὅπλων πανταχοῦ φαινόμενον. Καὶ ταῦτα σαυτὸν ἐντεῦθεν ἤδη παίδευσον, ἵνα ὅταν τὴν σφραγῖδα λάβῃς, ἐμπαράσκευος ᾖς στρατιώτης, καὶ τὸ κατὰ τοῦ διαβόλου τρόπαιον στήσας, δέξῃ τὸν τῆς δικαιοσύνης στέφανον· οὗ γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad illuminandos catecheses 1-2 (series prima et secunda). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg025.local001/.
