Ancient Greek
Section 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad Innocentium papam (epist. 1) 4.1
Not analysed yet
Ἔξεστιν ὑμῖν τὰ ἐντεῦθεν λογίσασθαι λοιπὸν ἅπαντα· ὥσπερ γὰρ ἔφθην εἰπὼν, οὐχ οἷόν τε πάντα ἐπελθεῖν τῷ λόγῳ καθ' ἕκαστον γινόμενα. Τὸ δὴ χαλεπὸν, ὅτι τοσαῦτα καὶ τηλικαῦτα κακὰ οὐδέπω καὶ νῦν λύσιν ἔλαβεν, ἀλλ' οὐδὲ ἐλπίδα λύσεως· ἀλλ' ἐκτείνεται καθ' ἑκάστην ἡμέραν τὸ δεινὸν, καὶ γέλως γεγόναμεν τοῖς πολλοῖς μᾶλλον δὲ γελᾷ μὲν οὐδεὶς, κἂν μυριάκις παράνομος ᾖ, θρηνοῦσι δὲ πάντες, ὅπερ ἔφην, τὸν κολοφῶνα τῶν κακῶν, τὴν καινὴν ταύτην παρανομίαν. Τί ἄν τις εἴποι τὰς τῶν λοιπῶν Ἐκκλησιῶν ταραχάς; Οὐδὲ γὰρ ἐνταῦθα ἔστη τὸ κακὸν, ἀλλὰ καὶ μέχρι τῆς ἕω ἔφθασε. Καθάπερ γὰρ ἀπὸ κεφαλῆς πονηροῦ ῥεύματος ἐκχυθέντος, τὰ λοιπὰ διαφθείρεται μέρη, οὕτω δὴ καὶ νῦν ὥσπερ ἐκ πηγῆς τῆς μεγάλης ταύτης πόλεως τῶν κακῶν ἀρξαμένων, ὁδῷ τὰ τῶν θορύβων πανταχοῦ προέβη, καὶ κλῆροι πανταχοῦ ἐπανέστησαν ἐπισκόποις, καὶ ἐπίσκοποι ἐπισκόπων, καὶ λαοὶ μὲν λαῶν διεσχίσθησαν, οἱ δὲ μέλλουσι, καὶ πανταχοῦ τῶν κακῶν ὠδῖνες, καὶ τῆς οἰκουμένης ἁπάσης ἀνατροπή. Μαθόντες τοίνυν ἅπαντα, κύριοί μου τιμιώτατοι καὶ εὐλαβέστατοι, τὴν προσήκουσαν ὑμῖν ἀνδρείαν καὶ σπουδὴν ἐπιδείξασθε, ὥστε παρανομίαν τοσαύτην ἐπεισελθοῦσαν ταῖς Ἐκκλησίαις ἀναστεῖλαι. Εἰ γὰρ τοῦτο κρατήσειε τὸ ἔθος, καὶ ἐξὸν γένηται τοῖς βουλομένοις εἰς τὰς ἀλλοτρίας ἀπιέναι παροικίας ἐκ τοσούτων διαστημάτων, καὶ ἐκβάλλειν οὓς ἂν ἐθέλοι τις, κατ' ἐξουσίαν ἰδίαν πράττειν, ἅπερ ἂν ἐθέλωσιν, ἴστε ὅτι πάντα οἰχήσεται, καὶ πόλεμός τις ἀκήρυκτος πᾶσαν ἐπιδραμεῖται τὴν οἰκουμένην, πάντων πάντας βαλλόντων καὶ βαλλομένων. Ἵνα οὖν μὴ τοσαύτη σύγχυσις καταλάβῃ τὴν ὑφ' ἥλιον πᾶσαν, ἐπιστεῖλαι παρακλήθητε τὰ μὲν οὕτω παρανόμως γεγενημένα ἀπόντων ἡμῶν, καὶ ἐκ μιᾶς μοίρας, καὶ οὐ παραιτησαμένων κρίσιν, μηδεμίαν ἔχειν ἰσχὺν, ὥσπερ οὖν οὐδὲ ἔχει τῇ οἰκείᾳ φύσει· τοὺς δὲ τοιαῦτα παρανομήσαντας ἐλεγχομένους τῷ ἐπιτιμίῳ ὑποβάλλεσθαι τῶν ἐκκλησιαστικῶν νόμων· ἡμᾶς δὲ τοὺς οὐχ ἁλόντας, οὐκ ἐλεγχομένους, οὐκ ἀποδειχθέντας ὑπευθύνους, τῶν γραμμάτων τῶν ὑμετέρων δότε ἀπολαύειν συνεχῶς, καὶ τῆς ἀγάπης, καὶ πάντων τῶν ἄλλων, ὧνπερ καὶ ἔμπροσθεν. Εἰ δὲ βούλοιντο καὶ νῦν οἱ τὰ τοιαῦτα παρανομήσαντες ἐγκλήματα γυμνάζειν, ἐφ' οἷς ἡμᾶς ἀδίκως ἐξέβαλον, ὑπομνημάτων ἡμῖν οὐ δοθέντων, οὐ λιβέλλων, οὐ κατηγόρων φανέντων· δικαστηρίου καθίσαντος ἀδεκάστου, καὶ δικασόμεθα, καὶ ἀπολογησόμεθα, καὶ ἀποδείξομεν ἑαυτοὺς ἀνευθύνους τῶν ἐπαγομένων ἡμῖν, ὥσπερ οὖν καὶ ἐσμέν· τὰ γὰρ νῦν γεγενημένα παρ' αὐτῶν πάσης ἐκτός ἐστιν ἀκολουθίας, καὶ παντὸς νόμου καὶ κανόνος ἐκκλησιαστικοῦ. Καὶ τί λέγω κανόνος ἐκκλησιαστικοῦ; Οὐδὲ ἐν τοῖς ἔξω μὲν οὖν δικαστηρίοις τοιαῦτα ἐτολμήθη ποτὲ, μᾶλλον δὲ οὐδὲ ἐν βαρβαρικῷ δικαστηρίῳ, οὐδὲ Σκύθαι, οὐδὲ Σαυρομάται οὕτως ἄν ποτε ἐδίκασαν ἐκ μιᾶς μοίρας κρίναντες, ἀπόντος τοῦ αἰτιωμένου, παραιτουμένου οὐ κρίσιν, ἀλλ' ἀπέχθειαν, καλοῦντος δικαστὰς μυρίους, ἀνεύθυνον ἑαυτὸν εἶναι λέγοντος, καὶ τῆς οἰκουμένης παρούσης ἀποδύσασθαι τὰς αἰτίας, καὶ δεῖξαι ἑαυτὸν ἐν ἅπασιν ἀθῶον ὄντα. Ταῦτα οὖν πάντα λογισάμενοι, καὶ παρὰ τῶν κυρίων μου τῶν εὐλαβεστάτων ἀδελφῶν ἡμῶν τῶν ἐπισκόπων σαφέστερον ἅπαντα μαθόντες, τὴν παρ' ἑαυτῶν ἡμῖν εἰσενεγκεῖν σπουδὴν παρακλήθητε. Οὕτω γὰρ οὐχ ἡμῖν μόνοις χαριεῖσθε, ἀλλὰ καὶ τῷ κοινῷ τῶν Ἐκκλησιῶν, καὶ τὸν παρὰ τοῦ Θεοῦ λήψεσθε μισθὸν, τοῦ διὰ τὴν τῶν Ἐκκλησιῶν εἰρήνην πάντα ποιοῦντος. Διηνεκῶς ἐῤῥωμένος ὑπερεύχου μου, δέσποτα τιμιώτατε καὶ ὁσιώτατε.