Ancient Greek · ~23 min
Εἰς τὴν προειρημένην ὑπόθεσιν τῆς στάσεως, περὶ νηστείας, καὶ εἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου, Χαίρετε ἐν Κυρίῳ πάντοτε.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21) 1.1-18
Not analysed yet
Πολλοὺς εἶδον χαίροντας, καὶ πρὸς ἀλλήλους λέγοντας Ἐνικήσαμεν, ἐκρατήσαμεν, ἐδαπανήθη τῆς νηστείας τὸ ἥμισυ. Τοὺς δὲ τοιούτους παρακαλῶ, μὴ διὰ τοῦτο χαίρειν, ὅτι ἐδαπανήθη τῆς νηστείας τὸ ἥμισυ, ἀλλ' ἐκεῖνο σκοπεῖν, εἰ τῶν ἁμαρτημάτων ἐδαπανήθη τὸ ἥμισυ, καὶ τότε ἀγάλλεσθαι· τοῦτο γὰρ ἡδονῆς ἄξιον, τοῦτό ἐστι τὸ ζητούμενον καὶ δι' ὃ πάντα γίνεται, ἵνα τὰ ἐλαττώματα ἡμῶν διορθώσωμεν, ἵνα μὴ τοιοῦτοι ἐξέλθωμεν ἀπὸ νηστείας, οἷοι εἰσήλθομεν εἰς νηστείαν, ἀλλ' ἀπονιψάμενοι καὶ πάντα ἀποθέμενοι τὰ τῆς πονηρᾶς συνηθείας, οὕτω τὴν ἱερὰν ἀγάγωμεν ἑορτήν· ὡς ἂν μὴ τοῦτο ᾖ, οὐ μόνον οὐδὲν ἡμῖν ἔσται κέρδος, ἀλλὰ καὶ βλάβος μέγιστον τῆς νηστείας δαπανηθείσης. Μὴ τοίνυν χαίρωμεν, ὅτι διηνύσαμεν τῆς νηστείας τὸ μῆκος (τοῦτο γὰρ οὐδὲν μέγα ἐστὶν), ἀλλὰ χαίρωμεν, ὅταν μετὰ κατορθωμάτων αὐτὸ διανύσωμεν, ἵνα καὶ ἀπελθούσης ταύτης, ὁ ταύτης διαλάμπῃ καρπός. Καὶ γὰρ τοῦ χειμῶνος τὸ κέρδος τότε μάλιστα δείκνυται, ὅταν ἐκεῖνος παρέλθῃ· καὶ γὰρ κομῶντα τὰ λήϊα, καὶ φύλλοις καὶ καρπῷ τὰ δένδρα βρύοντα διὰ τῆς ὄψεως βοᾷ τὴν ἐκ τοῦ χειμῶνος γενομένην ὠφέλειαν αὐτοῖς. Τοῦτο δὴ καὶ ἐφ' ἡμῶν γενέσθω. Καὶ γὰρ ὑετῶν συνεχῶν καὶ ἐπαλλήλων ἀπελαύσαμεν ἐν τῷ χειμῶνι κατὰ τὸν τῆς νηστείας καιρὸν διηνεκοῦς μετασχόντες διδασκαλίας, καὶ σπέρματα ἐδεξάμεθα πνευματικὰ, καὶ τὰς ἀκάνθας τῆς τρυφῆς ἀπετέμομεν. Μένωμεν τοίνυν ἅπερ ὑπεδεξάμεθα τηροῦντες μετὰ ἀκριβείας, ἵνα καὶ τῆς νηστείας ἀπελθούσης ὁ τῆς νηστείας βρύῃ καρπὸς, καὶ διὰ τῶν ἀγαθῶν ὧν ἐκαρπωσάμεθα ἀπὸ τῆς νηστείας, καὶ αὐτῆς μνημονεύωμεν τῆς νηστείας. Ἐὰν οὕτως ἑαυτοὺς παρασκευάσωμεν, προσιοῦσαν αὐτὴν μεθ' ἡδονῆς δεξόμεθα πάλιν. Καὶ γὰρ οὕτως ὁρῶ πολλοὺς μικροψύχως ἔχοντας, ὡς ἐν τῷ παρόντι περὶ τῆς μελλούσης μεριμνᾷν τεσσαρακοστῆς, καὶ πολλῶν ἤκουσα λεγόντων, ὅτι μετὰ τὴν τῆς νηστείας ἀπαλλαγὴν οὐκ αἰσθάνονται τῆς ἡδονῆς τῆς ἐκ τῆς ἀνέσεως διὰ τὴν φροντίδα τοῦ μέλλοντος ἐνιαυτοῦ. Τί ἂν γένοιτο τούτου μικροψυχότερον, εἰπέ μοι; Τί δὲ τὸ αἴτιον τούτου ἐστίν; Ὅτι νηστείας παραγενομένης οὐχ ὅπως τὰ κατὰ ψυχὴν εὖ διατεθείη σπουδάζομεν, ἀλλ' ἐν τῇ τῶν σιτίων ἀποχῇ μόνον αὐτὴν ὁριζόμεθα. Ὡς εἰ μέγα τι εἰς τὴν τῶν τρόπων διόρθωσιν ἀπ' αὐτῆς ἐκαρπωσάμεθα, κἂν ηὐξάμεθα καθ' ἑκάστην ἡμέραν παραγίνεσθαι τὴν νηστείαν, δι' αὐτῶν τῶν ἔργων αἴσθησιν λαμβάνοντες τῶν κατορθωμάτων αὐτῆς, καὶ οὐκ ἄν ποτε τὴν ἐπιθυμίαν αὐτῆς ἐξεβάλομεν, οὐκ ἂν προσδοκωμένης αὐτῆς ἐγενόμεθα κατηφεῖς καὶ ἐναγώνιοι. Τὸν γὰρ κατὰ διάνοιαν εὖ διακείμενον καὶ τῆς ψυχῆς ἐπιμελούμενον τῆς ἑαυτοῦ, οὐδὲν ὅλως τῶν ὄντων θλῖψαι δυνήσεται, ἀλλ' ἀπολαύσεται καθαρᾶς ἡδονῆς καὶ διηνεκοῦς· καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἠκούσατε τοῦ Παύλου σήμερον παραινοῦντος ἡμῖν καὶ λέγοντος· Χαίρετε ἐν Κυρίῳ πάντοτε, πάλιν ἐρῶ, χαίρετε. Καὶ οἶδα μὲν, ὅτι πολλοῖς ἀδύνατον εἶναι δοκεῖ τὸ λεγόμενον· πῶς γὰρ οἷόν τε, φησὶν, ἄνθρωπον ὄντα χαίρειν διηνεκῶς; τὸ μὲν γὰρ χαίρειν οὐ δύσκολον, τὸ δὲ διηνεκῶς χαίρειν, τοῦτο καὶ ἀδύνατον εἶναί μοι δοκεῖ, ἴσως εἴποι ἄν τις· πολλαὶ γὰρ ἀθυμίας ἡμᾶς ἀνάγκαι περιστοιχίζονται. Ἢ γὰρ παῖδά τις ἀπέβαλεν, ἢ γυναῖκα, ἢ φίλον γνήσιον, παντὸς συγγενοῦς ἀναγκαιότερον, ἢ ζημίαν ὑπέστη χρημάτων, ἢ νόσῳ περιέπεσεν, ἢ περίστασιν πραγμάτων ὑπέμεινεν ἑτέραν, ἢ παρ' ἀξίαν ὑβρισθεὶς ἤλγησεν, ἢ λιμὸς, ἢ λοιμὸς, ἢ εἴσπραξις ἀφόρητος, ἢ τὰ κατὰ τὴν οἰκίαν πράγματα· μᾶλλον δὲ οὐκ ἂν φθάνοιμεν ἅπαντα καταλέγοντες, ὅσα καὶ ἰδίᾳ καὶ δημοσίᾳ λυπεῖν ἡμᾶς εἴωθεν. Πῶς οὖν δυνατὸν, φησὶ, πάντοτε χαίρειν; Δυνατὸν μὲν οὖν, ἄνθρωπε· καὶ εἰ μὴ δυνατὸν ἦν, οὐκ ἂν ὁ Παῦλος παρῄνεσεν, οὐδ' ἂν συνεβούλευσεν ἄνθρωπος πνευματικῆς ἀπολαύων σοφίας. Καὶ διὰ τοῦτο συνεχῶς ὑμῖν ἔλεγον, καὶ λέγων οὐ παύσομαι, ὅτι ἃ μηδαμοῦ μηδὲ παρ' ἑτέρῳ τινὶ ἔστι μαθεῖν, ταῦτα ἐνταῦθα ὑμῖν ἔξεστι φιλοσοφεῖν. Ἡδονῆς μὲν γὰρ καὶ τοῦ χαίρειν ἐπιθυμοῦσιν ἅπαντες, καὶ διὰ τοῦτο πάντα ποιοῦσι καὶ λέγουσι καὶ πραγματεύονται. Καὶ γὰρ ἔμπορος διὰ τοῦτο πλεῖ, ἵνα χρήματα συναγάγῃ· χρήματα δὲ συνάγει, ἵνα ἔχων ἀποκείμενα χαίρῃ· καὶ ὁ στρατευόμενος διὰ τοῦτο στρατεύεται, καὶ ὁ γεωργὸς διὰ τοῦτο γεωργεῖ, καὶ τέχνην ἕκαστος διὰ τοῦτο μέτεισι, καὶ ἀρχῆς οἱ ἐρῶντες διὰ τοῦτο ἐρῶσιν, ἵνα δόξης ἀπολαύσωσι, δόξης δὲ ἀπολαύειν βούλονται, ἵνα χαίρωσι· καὶ πρᾶγμα ἕκαστον πρὸς τοῦτο ἴδοι τις ἂν ἐπιγινόμενον ἡμῖν τὸ τέλος, καὶ πρὸς τοῦτο ἕκαστος βλέπων διὰ πολλῶν τῶν μέσων ἐπ' αὐτὸ σπεύδει βαδίζειν. Εὐθυμίας μὲν, ὅπερ ἔφην, ἐρῶσι πάντες, ἐπιτυχεῖν δὲ οὐχ ἅπαντες δύνανται· οὐ γὰρ ἴσασι τὴν ἐκεῖ φέρουσαν ὁδόν· ἀλλὰ πολλοὶ νομίζουσιν, ὅτι τὸ πλουτεῖν αἴτιον τούτου γίνεται. Εἰ δὲ τοῦτο αἴτιον ἦν, οὐδεὶς ἂν τῶν χρήματα κεκτημένων ἠθύμησέ ποτε· νῦν δὲ πολλοὶ τῶν πλουτούντων ἀβίωτον εἶναι τὸν βίον νομίζουσι, καὶ θανάτους μυρίους εὔχονται, ἐπειδὰν δυσημερίας τινὸς αἴσθωνται, καὶ οἱ σφόδρα ἀθυμοῦντες, οὗτοι μάλιστα πάντων εἰσί. Μὴ γάρ μοι τὰς τραπέζας αὐτῶν ἴδῃς, μηδὲ τοὺς κόλακας αὐτῶν καὶ τοὺς παρασίτους, ἀλλὰ τὰ ἐξ αὐτῶν γινόμενα πράγματα, τὰς ἐπηρείας, τὰς συκοφαντίας, τοὺς κινδύνους, τὰς ἀγωνίας, καὶ ὃ τούτου πολλῷ χαλεπώτερον, ὅτι καὶ ἀμελέτητοι πρὸς ταύτας ἐρχόμενοι τὰς μεταβολὰς, φιλοσοφεῖν οὐκ ἐπίστανται, οὐδὲ γενναίως τὰ συμπίπτοντα φέρειν. Διόπερ οὐδὲ τοιαῦτα αὐτοῖς φαίνεται τὰ δεινὰ, οἷάπερ ἐστὶ τῇ φύσει, ἀλλὰ καὶ τὰ κοῦφα ἀφόρητα λοιπὸν εἶναι δοκεῖ. Ὥσπερ οὖν ἐπὶ τῶν πενήτων τοὐναντίον γίνεται, καὶ τὰ ἀνήκεστα φορητὰ φαίνεται, ὡς τὰ πολλὰ τοιαῦτα αὐτοῖς μεμελετηκόσιν· οὐδὲ γὰρ οὕτως ἡ τῶν πραγμάτων φύσις, ὡς ἡ τῶν πασχόντων διάθεσις, καὶ μεγάλα καὶ μικρὰ ποιεῖ φαίνεσθαι τὰ ἐπιόντα ἡμῖν κακά. Καὶ ἵνα μὴ πόῤῥωθεν ἀγάγω τὰ παραδείγματα ἑκατέρων τούτων, ἀπὸ τῶν συμβάντων ἡμῖν διαλέξομαι. Ἰδοὺ γοῦν οἱ μὲν πένητες διέφυγον ἅπαντες, καὶ ὁ δῆμος ἀπήλλακται τοῦ κινδύνου, καὶ ἀδείας ἀπολαύουσι καθαρᾶς· οἱ δὲ τὰ τῆς πόλεως πράττοντες πράγματα, ἱπποτρόφοι καὶ ἀγωνοθέται, καὶ τὰ ἄλλα λειτουργήσαντες, οὗτοι τὸ δεσμωτήριον οἰκοῦσι νῦν καὶ περὶ τῶν ἐσχάτων δεδοίκασι, καὶ τῶν ἅπασι τετολμημένων αὐτοὶ τὰς εὐθύνας ὑπέχουσι, καὶ φόβῳ συζῶσι διηνεκεῖ, καὶ πάντων ἀθλιώτερον ἐκεῖνοι διάκεινται νῦν, οὐ διὰ τὸ μέγεθος τῶν κινδύνων, ἀλλὰ διὰ τὸ τρυφῇ τὸν ἔμπροσθεν χρόνον συνεζηκέναι.