Ancient Greek · ~25 min
Παράκλησις πρὸς τὸν λαὸν περὶ καρτερίας καὶ ὑπομονῆς ἐκ παραδειγμάτων τοῦ τε Ἰὼβ καὶ τῶν τριῶν παίδων· καὶ περὶ τῆς τῶν ὅρκων ἀποχῆς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21) 1.1-4
Not analysed yet
Εὐλογητὸς ὁ Θεὸς, ὁ παρακαλέσας τὰς ὀδυνωμένας ὑμῶν ψυχὰς, ὁ στηρίξας δονουμένας ὑμῶν τὰς διανοίας· ὅτι γὰρ ἱκανὴν ἐδέξασθε παράκλησιν, διὰ τῆς σπουδῆς ταύτης ἐδείξατε, καὶ διὰ τῆς περὶ τὴν ἀκρόασιν προθυμίας. Οὐ γὰρ ἔστι ψυχὴν ὀδυνωμένην καὶ νέφει κατεχομένην ἀθυμίας δυνηθῆναι μετὰ προθυμίας ἀκοῦσαί τι τῶν λεγομένων· ὑμᾶς δὲ ὁρῶ μετὰ πολλῆς τῆς εὐνοίας καὶ σφοδρᾶς τῆς σπουδῆς ἡμῖν προσέχοντας, καὶ πάντα ἀποτιναξαμένους τὰ λυπηρὰ, καὶ τῷ τῆς ἀκροάσεως ἔρωτι παρωσαμένους τὴν ἐπικειμένην ὀδύνην. Διὰ τοῦτο εὐχαριστῶ τῷ Θεῷ μεθ' ὑμῶν, ὅτι οὐκ ἤλεγξεν ὑμῶν τὴν φιλοσοφίαν ἡ συμφορὰ, οὐδὲ ἐξέλυσεν ὑμῶν τὸν τόνον ὁ φόβος, οὐδὲ ἔσβεσεν ὑμῶν τὴν προθυμίαν ἡ θλῖψις, οὐδὲ ἐμάρανεν ὑμῶν τὸν ζῆλον ὁ κίνδυνος, οὐδὲ ἐνίκησε τὸν περὶ Θεὸν πόθον ὁ τῶν ἀνθρώπων φόβος, οὐδὲ κατέβαλεν ὑμῶν τὴν σπουδὴν ἡ τοῦ καιροῦ δυσκολία· καὶ οὐ μόνον οὐ κατέβαλεν, ἀλλὰ καὶ ἐπέῤῥωσεν· οὐ μόνον οὐκ ἐξέλυσεν, ἀλλὰ καὶ ἐπέτεινεν· οὐ μόνον οὐκ ἔσβεσεν, ἀλλὰ καὶ ἀνῆψε πλέον. Κεκένωται μὲν ἡ ἀγορὰ, ἡ δὲ ἐκκλησία πεπλήρωται· ἐκείνη τραγῳδίας ὑπόθεσις, αὕτη χαρᾶς καὶ εὐφροσύνης πνευματικῆς ἀφορμή. Ὅταν οὖν ἐμβάλῃς εἰς τὴν ἀγορὰν, ἀγαπητὲ, καὶ τὴν ἐρημίαν θεασάμενος στενάξῃς, κατάφυγε πρὸς τὴν μητέρα, καὶ παραμυθήσεταί σε εὐθέως τῷ πλήθει τῶν οἰκείων τέκνων, καὶ δείξει σοι τῶν ἀδελφῶν ἀπηρτισμένον τὸν χορὸν, καὶ πᾶσαν ἀποκρούσεταί σου τὴν ἀθυμίαν. Ἐπὶ μὲν γὰρ τῆς πόλεως ἐπιθυμοῦμεν ἄνδρας ἰδεῖν, καθάπερ οἱ τὰς ἐρήμους οἰκοῦντες· εἰς δὲ τὴν ἐκκλησίαν καταφεύγοντες, ὑπὸ τοῦ πλήθους στενοχωρούμεθα· καὶ καθάπερ τῆς θαλάττης στασιαζούσης καὶ πολλῷ τῷ χειμῶνι μαινομένης, εἰς τὸν λιμένα καταφεύγειν ἀναγκάζει ὁ φόβος ἔξωθεν ἅπαντας· οὕτω καὶ νῦν τὰ τῆς ἀγορᾶς κύματα, καὶ ὁ τῆς πόλεως χειμὼν, πάντας εἰς τὴν ἐκκλησίαν συνελαύνει πάντοθεν, καὶ τῷ συνδέσμῳ τῆς ἀγάπης σφίγγει μετ' ἀλλήλων τὰ μέλη. Εὐχαριστῶμεν τοίνυν καὶ διὰ ταῦτα τῷ Θεῷ, ὅτι τοσοῦτον ἀπὸ τῆς θλίψεως ἐκαρπωσάμεθα κέρδος, ὅτι τοσαύτην ἀπὸ τοῦ πειρασμοῦ τὴν ὠφέλειαν ἐλάβομεν. Ἐὰν μὴ πειρασμὸς, οὐδὲ στέφανος· ἐὰν μὴ παλαίσματα, οὐδὲ βραβεῖα· ἐὰν μὴ σκάμματα, οὐδὲ τιμαί· ἐὰν μὴ θλῖψις, οὐδὲ ἄνεσις· ἐὰν μὴ χειμὼν, οὐδὲ θέρος· καὶ τοῦτο οὐκ ἐπ' ἀνθρώπων μόνον, ἀλλὰ καὶ ἐπ' αὐτῶν τῶν σπερμάτων ἔστιν ἰδεῖν. Καὶ γὰρ ἐκεῖ πολὺν μὲν τὸν ὑετὸν, πολλὴν δὲ τῶν νεφῶν τὴν συνδρομὴν, πολὺν δὲ γενέσθαι δεῖ τὸν κρυμὸν, εἰ μέλλοι κομῶν ὁ στάχυς ἀνίστασθαι· ὅπου δὲ σπόρου καιρὸς, καὶ ὑετοῦ καιρός. Ἐπεὶ οὖν καὶ νῦν ἐφέστηκε χειμὼν, χειμὼν ψυχῶν, οὐκ ἀέρος, σπείρωμεν καὶ ἡμεῖς ἐν τῷ χειμῶνι τούτῳ ἵνα ἐν τῷ θέρει θερίσωμεν· σπείρωμεν δάκρυα, ἵνα θερίσωμεν ἀγαλλίασιν. Οὐκ ἐμὸς οὗτος ὁ λόγος· προφητικόν ἐστι τὸ παράγγελμα· Οἱ σπείροντες ἐν δάκρυσι, φησὶ, ἐν ἀγαλλιάσει θεριοῦσιν. Οὐχ οὕτω τὰ σπέρματα καταφερόμενος ὑετὸς θάλλειν ποιεῖ καὶ αὔξεσθαι, ὡς τὸν τῆς εὐσεβείας σπόρον ἀνίστησι καὶ παρασκευάζει κομᾷν ὁ ἐκ τῶν δακρύων καταφερόμενος ὑετός· οὗτος ἀποσμήχει ψυχὴν, ἄρδει διάνοιαν, προκόψαι ταχέως ποιεῖ τῆς διδασκαλίας τὴν βλάστησιν· διὰ τοῦτο καὶ αὔλακα βαθεῖαν ἀνατεμεῖν ἀναγκαῖον· καὶ γὰρ καὶ τοῦτο ὁ προφήτης παρῄνεσεν, οὕτως εἰπών· Νεώσατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπείρετε ἐπ' ἀκάνθαις. Καθάπερ οὖν ὁ τὸ ἄροτρον ἐμβαλὼν, κάτωθεν τὴν γῆν ἀναῤῥήγνυσιν, ἀσφαλῆ τοῖς σπέρμασι προπαρασκευάζων τὴν φυλακὴν, ὥστε μὴ κατενεχθέντα ἄνω κεῖσθαι ἐπὶ τῆς ἐπιφανείας, ἀλλ' εἰς αὐτὰς τῆς γῆς παραπεμφθῆναι τὰς λαγόνας, καὶ ἐν ἀσφαλεῖ καταθέσθαι τὰς ῥίζας· οὕτω καὶ ἡμᾶς ἀναγκαῖον ποιεῖν, καὶ καθάπερ ἀρότρῳ τῇ θλίψει καταχρησαμένους ἀναῤῥῆξαι τῆς καρδίας τὸ βάθος. Τοῦτο γὰρ καὶ ἕτερος προφήτης παραινεῖ λέγων, Διαῤῥήξατε τὰς καρδίας ὑμῶν, καὶ μὴ τὰ ἱμάτια ὑμῶν. Διαῤῥήξωμεν τοίνυν τὰς καρδίας, ἵνα εἴ τις πονηρὰ βοτάνη καὶ λογισμὸς δολερός ἐστιν ἐν ἡμῖν, πρόῤῥιζον αὐτὸν ἀνασπάσωμεν, καὶ καθαρὰς τοῖς τῆς εὐσεβείας σπέρμασι παράσχωμεν τὰς ἀρούρας Ἐὰν γὰρ μὴ νῦν νεώσωμεν, ἐὰν μὴ νῦν σπείρωμεν, ἐὰν μὴ νῦν δακρύσωμεν, ὅτε θλῖψις καὶ νηστεία, πότε ἄλλοτε ἥξομεν εἰς κατάνυξιν; ὅταν ἄνεσις ᾖ καὶ τρυφή; Ἀλλὰ τοῦτο ἀδύνατον· ἡ γὰρ ἄνεσις καὶ ἡ τρυφὴ εἰς ῥᾳθυμίαν ἐνάγειν εἴωθεν, ὥσπερ ἡ θλῖψις πρὸς σπουδὴν ἐπανάγει, καὶ πεπλανημένην ἔξω καὶ περὶ πολλὰ τὴν διάνοιαν κεχηνυῖαν πρὸς ἑαυτὴν ἐπιστρέφει. Μὴ τοίνυν ἀλγῶμεν ὑπὲρ τῆς ἀθυμίας ταύτης, ἀλλὰ καὶ εὐχαριστῶμεν τῷ Θεῷ· πολὺ γὰρ ἀπὸ τῆς θλίψεως τὸ κέρδος. Καὶ γὰρ ὁ γεωργὸς ἐπειδὰν σπείρῃ τὰ μετὰ πολλοῦ τοῦ πόνου συλλεγέντα σπέρματα, χειμῶνα γενέσθαι εὔχεται· καὶ ὁ μὲν ἰδιώτης θεωρῶν τὰ γινόμενα ἅπαντα θαυμάσεται, καὶ πρὸς ἑαυτὸν ἴσως ἐρεῖ· Τί ποτε ὁ ἄνθρωπος οὗτος ποιεῖ; τὰ συλλεγέντα σκορπίζει καὶ οὐχὶ σκορπίζει μόνον, ἀλλὰ καὶ ἀναμίγνυσι μετὰ πολλῆς τῆς ἀκριβείας τῇ γῇ, ὥστε αὐτὰ μηδὲ συλλέξαι δυνηθῆναι ῥᾳδίως· καὶ οὐκ ἀναμίγνυσι μόνον τῇ γῇ, ἀλλὰ καὶ εὔχεται γενέσθαι σφοδρὸν τὸν ὑετὸν, ὥστε κατασαπῆναι τὰ καταβληθέντα ἅπαντα, καὶ γενέσθαι πηλόν. Καὶ θορυβεῖται βλέπων βροντὰς καταῤῥηγνυμένας, καὶ ἀστραπὰς καταφερομένας· ὁ δὲ γηπόνος οὐχ οὕτως, ἀλλὰ χαίρει καὶ ἀγάλλεται χειμῶνα ὁρῶν· οὐ γὰρ τὰ παρόντα βλέπει, ἀλλὰ τὰ μέλλοντα ἀναμένει· οὐ πρὸς τὰς βροντὰς ὁρᾷ, ἀλλὰ τὰ δράγματα ἀναλογίζεται· οὐ τὰ σηπόμενα σπέρματα, ἀλλὰ τοὺς κομῶντας στάχυας· οὐ τὸν φορτικὸν ὑετὸν, ἀλλὰ τὸν ἥδιστον τῆς ἅλω κονιορτόν. Οὕτω δὴ καὶ ἡμεῖς μὴ τὴν θλῖψιν ὁρῶμεν τὴν παροῦσαν, μηδὲ τὴν ὀδύνην, ἀλλὰ τὴν ἐξ αὐτῆς γινομένην ὠφέλειαν, τὸν ἐξ αὐτῆς τικτόμενον καρπόν· ἀναμείνωμεν τῆς ἅλω τὰ δράγματα· καὶ γὰρ ἐὰν νήφωμεν, πολὺν ἀπὸ τοῦ καιροῦ τούτου δυνησόμεθα συναγαγεῖν τὸν καρπὸν, καὶ πληρῶσαι τὰ ταμιεῖα τῆς διανοίας τῆς ἡμετέρας· ἂν νήφωμεν, οὐ μόνον οὐδὲν πεισόμεθα ἀπὸ τῆς θλίψεως ταύτης δεινὸν, ἀλλὰ καὶ μυρία καρπωσόμεθα ἀγαθά· ἂν δὲ ῥᾳθυμῶμεν, καὶ ἡ ἄνεσις ἡμᾶς ἀπολεῖ· τὸν μὲν γὰρ μὴ προσέχοντα ἑκάτερα βλάπτει, τὸν δὲ μετὰ ἀκριβείας ζῶντα ἀμφότερα ὠφελεῖ. Καὶ καθάπερ τὸ χρυσίον, κἂν ὕδασιν ὁμιλήσῃ, τὴν οἰκείαν εὐπρέπειαν ἐπιδείκνυται, κἂν εἰς χωνευτήριον ἐμπέσῃ, φαιδρότερον γίνεται πάλιν· ὁ δὲ πηλὸς καὶ ὁ χόρτος, κἂν ὕδασιν ἀναμιχθεὶς τύχῃ, ὁ μὲν διαλύεται, ὁ δὲ σήπεται· κἂν εἰς πῦρ ἐμπέσῃ, ὁ μὲν φρύγεται, ὁ δὲ κατακαίεται· οὕτω δὴ καὶ ὁ δίκαιος, καὶ ὁ ἁμαρτωλός· ὁ μὲν γὰρ, κἂν ἀνέσεως ἀπολαύῃ, μένει λαμπρὸς, καθάπερ τὸ χρυσίον περικλυζόμενον ὕδατι· κἂν εἰς πειρασμὸν ἐμπέσῃ, φαιδρότερος γίνεται, καθάπερ τὸ χρυσίον βασανιζόμενον ὑπὸ τοῦ πυρός· ὁ δὲ ἁμαρτωλὸς, κἂν ἀνέσεως τύχῃ, διαλύεται καὶ κατασήπεται, καθάπερ ὁ χόρτος καὶ ὁ πηλὸς ὁμιλῶν ὕδατι· κἂν πειρασμὸν ὑπομείνῃ, κατακαίεται καὶ ἀπόλλυται, καθάπερ ὁ χόρτος καὶ πηλὸς ὑπὸ τοῦ πυρός.