Ancient Greek · ~13 min
Ὅτι τὸ τῆς λύπης πάθος εἰς ἁμαρτίας ἀναίρεσιν μόνον χρήσιμον· καὶ εἰς τὸ, Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· καὶ ὅτι μεγίστης παρακλήσεως ὑπόθεσις ἡ τῆς δημιουργίας κατασκευή· ἐν ᾧ καὶ περὶ τοῦ, Ἀδὰμ, ποῦ εἶ; καὶ περὶ τοῦ μὴ ὀμνύειν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21) 1.1-7
Not analysed yet
Πολλὰ μὲν καὶ περὶ πολλῶν χθὲς πρὸς τὴν ὑμετέραν διελέχθην ἀγάπην, ἀπὸ δὲ τῶν πολλῶν εἰ μὴ πάντα κατέχειν ὑμῖν δυνατὸν, ἐκεῖνο μάλιστα πάντων ὑμᾶς διαμνημονεῦσαι δέομαι, ὅτι τὴν λύπην ἡμῖν ὁ Θεὸς δι' οὐδὲν ἕτερον ἐνέθηκεν, ἀλλ' ἢ δι' ἁμαρτίαν μόνην, καὶ τοῦτο ἐδήλωσε δι' αὐτῆς τῶν πραγμάτων τῆς πείρας. Ἐπὶ μὲν γὰρ ζημίᾳ χρημάτων, καὶ ἀῤῥωστίᾳ, καὶ θανάτῳ, καὶ τοῖς ἄλλοις τοῖς συμπίπτουσιν ἡμῖν δεινοῖς ἀλγοῦντες καὶ ἀθυμοῦντες, οὐ μόνον οὐδεμίαν ἀπὸ τῆς λύπης καρπούμεθα παραμυθίαν, ἀλλὰ καὶ ἐπιτείνομεν τὰ δεινά· ἐπὶ δὲ τῶν ἁμαρτημάτων ἂν ἀλγήσωμεν καὶ λυπηθῶμεν, ὑποτεμνόμεθα τῆς ἁμαρτίας τὸν ὄγκον, καὶ μικρὰν τὴν μεγάλην ποιοῦμεν, πολλάκις δὲ καὶ τέλεον αὐτὴν ἐξαλείφομεν ἅπασαν. Τοῦτο δή μοι μέμνησθε διηνεκῶς, ἵνα ἐφ' ἁμαρτίᾳ μόνον ἀλγῆτε, ἐφ' ἑτέρῳ δὲ μηδενί· καὶ μετὰ τούτων κἀκεῖνο πάλιν, ὅτι θάνατον καὶ λύπην ἡ ἁμαρτία εἰς τὸν βίον ἡμῶν εἰσενεγκοῦσα, ὑπ' ἀμφοτέρων τούτων ἀναιρεῖται πάλιν. ὅπερ οὖν καὶ αὐτὸ σαφέστερον πρώην ἀπεδείξαμεν. Μηδὲν οὖν οὕτω φοβώμεθα ὡς τὸ ἁμαρτάνειν καὶ πλημμελεῖν· μὴ φοβώμεθα κόλασιν, καὶ διαφευξόμεθα κόλασιν· καθάπερ οὖν καὶ οἱ τρεῖς παῖδες οὐκ ἐφοβήθησαν τὴν κάμινον, καὶ διέφυγον τὴν κάμινον· τοιούτους εἶναι χρὴ τοὺς τοῦ Θεοῦ δούλους. Εἰ γὰρ οἱ ἐν τῇ Παλαιᾷ τραφέντες, ὅτε οὔπω ἐνενέκρωτο θάνατος, οὔτε αἱ χαλκαῖ πύλαι συνεκλάσθησαν, οὔτε οἱ μοχλοὶ οἱ σιδηροῖ συνετρίβησαν, οὕτω γενναίως κατετόλμησαν τῆς τελευτῆς, τίνα ἕξομεν ἀπολογίαν ἡμεῖς, ἢ ποίαν συγγνώμην, τοσαύτης ἀπολαύσαντες τῆς χάριτος, καὶ μηδὲ πρὸς τὰ αὐτὰ φθάνοντες ἐκείνοις μέτρα τῆς ἀρετῆς νῦν, ὅτε ὄνομα μόνον ἐστὶν ὁ θάνατος πράγματος ἔρημον; Οὐδὲν γὰρ ἕτερόν ἐστιν ὁ θάνατος, ἀλλ' ἢ ὕπνος, καὶ ἀποδημία, καὶ μετάστασις, καὶ ἀνάπαυσις, καὶ λιμὴν εὔδιος, καὶ ταραχῆς ἀπαλλαγὴ, καὶ βιωτικῶν ἐλευθερία φροντίδων. Ἀλλὰ τῆς μὲν παρακλήσεως ἐνταῦθα καταλύσωμεν τὸν λόγον· καὶ γὰρ πέμπτην ἡμέραν ἔχομεν παρακαλοῦντες ὑμῶν τὴν ἀγάπην. καὶ λοιπὸν καὶ ἐνοχλεῖν δοκοῦμεν. Τοῖς μὲν γὰρ προσέχουσιν ἀρκεῖ καὶ τὰ εἰρημένα, τοῖς δὲ μικροψύχοις, κἂν πλείονα τῶν εἰρημένων προσθῶμεν, οὐδὲν ἔσται πλέον. Ὥρα δὲ λοιπὸν ἡμῖν ἐπὶ τὴν τῶν Γραφῶν ἐξήγησιν τρέψαι τὴν διδασκαλίαν. Ὥσπερ γὰρ, εἰ μηδὲν περὶ τῆς συμφορᾶς ταύτης διελέχθημεν, ὠμότητα ἄν τις ἡμῶν κατέγνω καὶ ἀπανθρωπίαν· οὕτως ἂν διαπαντὸς περὶ αὐτῆς διαλεγώμεθα, μικροψυχίαν ἄν τις ἡμῶν καταγνοίη δικαίως. Παραθέμενοι τοίνυν ὑμῶν τὰς καρδίας τῷ Θεῷ τῷ δυναμένῳ λαλῆσαι εἰς τὴν διάνοιαν ὑμῶν, καὶ πᾶσαν ἔνδοθεν ἀπελάσαι λύπην, τῆς εἰωθυίας αὐτοὶ διδασκαλίας ἁψώμεθα νῦν, καὶ μάλιστα ὁπότε καὶ πᾶσα Γραφῆς ἐξήγησις παράκλησίς ἐστι καὶ παραμυθία. Ὥστε κἂν δοκῶμεν ἀφίστασθαι τοῦ παρακαλεῖν, πάλιν εἰς τὴν αὐτὴν ἐμπίπτομεν ὑπόθεσιν διὰ τῆς τῶν Γραφῶν ἐξηγήσεως· ὅτι γὰρ πᾶσα Γραφὴ παράκλησίς ἐστι τοῖς προσέχουσιν, αὐτόθεν ὑμῖν τοῦτο ποιήσω φανερόν. Οὐ γὰρ δὴ περιελθὼν τῶν Γραφῶν τὰς ἱστορίας πειράσομαι ζητῆσαι παραμυθητικούς τινας λόγους· ἀλλ' ὥστε σαφεστέραν τῆς ὑποσχέσεως ἀπόδειξιν παρασχεῖν, τὸ σήμερον ἡμῖν ἀναγνωσθὲν μεταχειριοῦμαι βιβλίον, καὶ εἰ δοκεῖ τὴν ἀρχὴν αὐτοῦ καὶ τὸ προοίμιον, ὃ δοκεῖ μάλιστα μηδὲ ἴχνος ἐμφαίνειν παραμυθίας, ἀλλὰ καὶ καθόλου παρακλητικῶν ἀλλοτριοῦσθαι λόγων, εἰς μέσον προθεὶς, ὃ λέγω ποιήσω φανερόν. Τί ποτ' οὖν ἐστι τὸ προοίμιον; Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου. Ἆρα μὴ δοκεῖ τισιν ὑμῶν παράκλησιν ἔχειν ἀθυμίας τὰ εἰρημένα; οὐχ ἱστορίας διήγησίς ἐστι καὶ δημιουργίας διδασκαλία;