Ancient Greek
Προτροπὴ εἰς ἀρετήν· καὶ εἰς τὸ, Περιεπάτει ὁ Θεὸς τὸ δειλινὸν ἐν τῷ παραδείσῳ· καὶ περὶ τοῦ φεύγειν τοὺς ὅρκους.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21) 1.1-8
Not analysed yet
Ἔγνωτε πρώην πῶς πᾶσα Γραφὴ παράκλησιν φέρει καὶ παραμυθίαν, κἂν ἱστορίας διήγησις ᾖ· καὶ γὰρ τὸ, Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, ἱστορίας ἐξήγησις ἦν, ἀλλ' ἔδειξεν ὁ λόγος πολλῆς γέμουσαν παραμυθίας τὴν ῥῆσιν· οἷον, ὅτι διπλῆν τράπεζαν ὁ Θεὸς ἐποίησε, γῆν καὶ θάλατταν ὁμοῦ προθεὶς, καὶ φωστῆρας διπλοῦς, ἥλιον καὶ σελήνην, ἀνάψας ἄνωθεν, καὶ διπλοῦ δρόμου καιρὸν, ἡμέραν καὶ νύκτα ἐργασάμενος, καὶ τὴν μὲν εἰς ἐργασίαν, τὴν δὲ εἰς ἀνάπαυσιν. Οὐ γὰρ ἐλάττονα τῆς ἡμέρας ἡμῖν εἰσφέρει λειτουργίαν ἡ νύξ· ἀλλ' ὥσπερ ἐπὶ τῶν δένδρων εἶπον, ὅτι τῶν ἐγκάρπων τὰ ἄκαρπα ἐφάμιλλον παρέχεται χρείαν, οὐκ ἀναγκάζοντα ἡμᾶς τῶν ἡμέρων ἅπτεσθαι δένδρων εἰς τὰς οἰκοδομάς· καὶ τῶν ἡμέρων ζώων οὐκ ἐλάττονα παρέχεται χρείαν ἡμῖν τὰ ἄγρια καὶ ἀνήμερα, καὶ τῷ φόβῳ πρὸς τὰς πόλεις ἡμᾶς συνελαύνοντα, καὶ προσεκτικωτέρους ποιοῦντα, καὶ συσφίγγοντα πρὸς ἀλλήλους, καὶ τῶν μὲν τὴν δύναμιν ἐγγυμνάζοντα, τῶν δὲ τὰ νοσήματα λύοντα (πολλὰ γὰρ ἐξ ἐκείνων τὰ φάρμακα κατασκευάζουσιν ἰατρῶν παῖδες), καὶ τῆς παλαιᾶς ἡμᾶς ἁμαρτίας ἀναμιμνήσκοντα. Ὅταν γὰρ ἀκούσω, ὅτι Ἔσται ὁ φόβος ὑμῶν καὶ ὁ τρόμος ἐπὶ πάντα τὰ θηρία τῆς γῆς, εἶτα τὴν τιμὴν ἀκρωτηριασθεῖσαν ἴδω ταύτην, ἀναμιμνήσκομαι τῆς ἁμαρτίας, ἣ καὶ τὸν φόβον ἡμῶν ἐξέλυσε, καὶ τὴν ἀρχὴν ὑπετέμετο, καὶ γίνομαι βελτίων καὶ σωφρονέστερος, μαθὼν τὴν ἐκ τῆς ἁμαρτίας ἡμῖν γεγενημένην ζημίαν. Ὥσπερ οὖν, ὅπερ ἔφην, οὐ τὸ τυχὸν εἰς τὸν βίον ἡμῖν συντελεῖ ταῦτά τε τὰ εἰρημένα καὶ ἕτερα πλείω τούτων, ἅπερ ὁ ποιήσας οἶδε Θεός· οὕτω δὴ καὶ ἡ νὺξ οὐκ ἐλάττονα τῆς ἡμέρας εἰσφέρει χρῆσιν, ἀνάπαυσις οὖσα πόνων, καὶ φάρμακον οὖσα νοσημάτων. Πολλάκις γοῦν ἰατροὶ πολλὰ πραγματευσάμενοι, καὶ μυρία κατασκευάσαντες φάρμακα, οὐκ ἴσχυσαν ἀπαλλάξαι τῆς ἀῤῥωστίας τὸν κάμνοντα· ὕπνος δὲ αὐτόματος ἐπελθὼν, τὸ πᾶν ἔλυσε νόσημα, καὶ τῶν μυρίων ἐκείνους ἀπήλλαξε πόνων· οὐ παθῶν δὲ σωματικῶν μόνον, ἀλλὰ καὶ ψυχικῶν νοσημάτων ἐστὶ φάρμακον ἡ νὺξ ἀναπαύουσα τὰς ὀδυνωμένας ψυχάς. Πολλάκις γοῦν τις ἀπέβαλεν υἱὸν, καὶ μυρίων μυρία παρακαλούντων οὐκ ἠνέσχετο τῶν θρήνων ἀποστῆναι καὶ τῆς οἰμωγῆς· νυκτὸς δὲ ἐπελθούσης, εἶξε τῇ τυραννίδι τοῦ ὕπνου ἡττηθεὶς, καὶ τὰ βλέφαρα κατεκοίμισε, καὶ μικράν τινα τῶν καθημερινῶν κακῶν παραμυθίαν ἔλαβε. Φέρε δὴ λοιπὸν πρὸς τὴν ὑπόθεσιν ἴωμεν, ἀφ' ἧς καὶ ταῦτα εἰρήκαμεν. Καὶ γὰρ εὖ οἶδα ὅτι πρὸς ταύτην κεχήνατε πάντες, καὶ ἕκαστος ὑμῶν ὠδίνει μαθεῖν τίνος ἕνεκεν οὐκ ἐξ ἀρχῆς τὸ βιβλίον τοῦτο ἐδόθη, ἀλλ' οὐδὲ νῦν ὁρῶ τὸν καιρὸν ὄντα τῆς ἐξηγήσεως ταύτης. Τί δήποτε; Πρὸς τὸ τέλος ἡμῖν ἡ ἑβδομὰς ἀπήντησε, καὶ δέδοικα τῆς ὑποθέσεως ἅψασθαι, εἶτα εὐθέως ἐγκόψαι τὴν διδασκαλίαν. Πολλῶν γὰρ ἐφεξῆς ἡμερῶν ἡμῖν ἡ ὑπόθεσις δεῖται καὶ συνεχοῦς τῆς μνήμης· διὸ πάλιν αὐτὴν ἀναβαλώμεθα. Ἀλλὰ μὴ δυσχεράνητε, μετὰ τόκου πάντως ὑμῖν ἀποδώσομεν τὸ χρέος· οὕτω γὰρ καὶ ἡμῖν τοῖς καταβάλλουσι συμφέρει· τέως δὲ τὸ χθὲς παραλειφθὲν ἐροῦμεν νῦν. Τί δὲ τὸ χθὲς παραλειφθὲν ἦν; Περιεπάτει, φησὶν, ὁ Θεὸς ἐν τῷ παραδείσῳ τὸ δειλινόν. Τί λέγεις, εἰπέ μοι, Περιεπάτει ὁ Θεός; Οὐ περιεπάτει ὁ Θεός· πῶς γὰρ ὁ πανταχοῦ παρὼν, καὶ τὰ πάντα πληρῶν; ἀλλὰ τοιαύτην αἴσθησιν ἐνέθηκε τῷ Ἀδὰμ, ἵν' ἑαυτὸν συστείλῃ, ἵνα μὴ διακεχυμένος ᾖ, ἵνα τὸ φυγεῖν καὶ κρυβῆναι μέρος τι τῆς ἀπολογίας προβάληται καὶ πρὸ τῶν ῥημάτων αὐτῶν. Καθάπερ γὰρ οἱ μέλλοντες εἰς δικαστήριον εἰσάγεσθαι, καὶ εὐθύνας τῶν πεπλημμελημένων ὑπέχειν, αὐχμῶντες, ῥυπῶντες, στυγνοὶ, κατεσταλμένοι τοῖς δικάζουσι φαίνονται, ὥστε καὶ ἀπὸ τοῦ σχήματος αὐτοὺς εἰς φιλανθρωπίαν ἐπισπάσασθαι καὶ ἔλεον καὶ συγγνώμην· οὕτω καὶ ἐπὶ τοῦ Ἀδὰμ γέγονε. Καὶ γὰρ ἔδει κατεσταλμένον εἰς τὸ δικαστήριον εἰσαχθῆναι τοῦτο· διὰ τοῦτο προλαβὼν ὁ Θεὸς, αὐτὸν συνέστειλεν. Ἀλλ' ὅτι μέν τις περιεπάτει ᾔσθετο· πόθεν δὲ ἐνόμισεν ὅτι ὁ Θεὸς περιεπάτει; Τοιοῦτον τῶν ἁμαρτανόντων τὸ ἔθος ἐστί· πάντα ὑποπτεύουσι, τὰς σκιὰς τρέμουσι, πάντα ψόφον δεδοίκασι, καὶ ἕκαστον ἐπ' αὐτοὺς βαδίζειν νομίζουσι. Πολλοὺς γοῦν πολλάκις ἰδόντες ἐφ' ἑτέραν τρέχοντας διακονίαν, ἐνόμισαν ἐπ' αὐτοὺς ἥκειν οἱ ἁμαρτάνοντες, καὶ ἄλλων ἄλλα πρὸς ἀλλήλους διαλεγομένων, οἱ συνειδότες ἑαυτοῖς ἁμαρτίαν, περὶ αὐτῶν ἐκείνους διαλέγεσθαι νομίζουσι.