Ancient Greek · ~19 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΤΑ ΣΩΖΟΜΕΝΑ ΠΑΝΤΑ ΕΙΣ ΤΟΥΣ ΑΝΔΡΙΑΝΤΑΣ ΟΜΙΛΙΑΙ ΚΑʹ ΕΝ ΑΝΤΙΟΧΕΙᾼ ΛΕΧΘΕΙΣΑΙ. Ὁμιλία λεχθεῖσα ἐν Ἀντιοχείᾳ, πρεσβυτέρου αὐτοῦ ὑπάρχοντος, ἐν τῇ παλαιᾷ ἐκκλησίᾳ, εἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου, Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21) 11.1
Not analysed yet
Ταῦτα παρὰ σεαυτῷ λέγων, εὐχαρίστησον τῷ Δεσπότῃ, ὅτι σε τῆς μοίρας ταύτης ἐποίησεν, οὐχὶ μισῶν, ἀλλὰ καὶ σφόδρα φιλῶν, ἐπεὶ κἀκείνους οὐκ ἠφίει τοσαῦτα πάσχειν δεινὰ, εἰ μὴ ἂν καὶ σφόδρα ἐφίλει, ὅτι λαμπροτέρους αὐτοὺς διὰ τῶν κακῶν τούτων εἰργάζετο. Οὐδὲν εὐχαριστίας ἴσον ἀγαθὸν, ὥσπερ βλασφημίας χεῖρον οὐδέν· μὴ θαυμάσωμεν, ὅτι πνευματικοῖς ἐπιτιθέμενοι πράγμασι πολλὰ πάσχομεν δεινά. Ὥσπερ γὰρ οἱ λῃσταὶ οὐκ ἔνθα χόρτος καὶ ἄχυρα καὶ καλάμη, ἀλλ' ἔνθα χρυσίον καὶ ἀργύριον, ἐκεῖ διορύττουσι, καὶ συνεχῶς ἀγρυπνοῦσιν· οὕτω καὶ ὁ διάβολος τούτοις μάλιστα ἐπιτίθεται τοῖς πνευματικῶν ἁπτομένοις πραγμάτων. Ἐκεῖ πολλαὶ αἱ ἐπιβουλαὶ, ἔνθα ἀρετή· ἐκεῖ φθόνος ἔνθα ἐλεημοσύνη. Ἀλλ' ἔστιν ἡμῖν ἓν ὅπλον μέγιστον ὃ πάσας ἱκανὸν τὰς τοιαύτας μηχανὰς ἀποκρούσασθαι, τὸ διὰ πάντων τούτων εὐχαριστεῖν τῷ Θεῷ. Ὁ Ἄβελ, εἰπέ μοι, οὐχὶ τῶν πρωτείων τῷ Θεῷ ἀπαρξάμενος, ὑπὸ ἀδελφικῆς ἔπεσε χειρός; ἀλλ' ὅμως ὁ Θεὸς συνεχώρησεν, οὐχὶ μισῶν τὸν τιμήσαντα, ἀλλὰ καὶ σφόδρα φιλῶν, καὶ πρὸς τῷ τῆς καλλίστης ἐκείνης θυσίας στεφάνῳ καὶ ἕτερον αὐτῷ τὸν ἀπὸ τοῦ μαρτυρίου παρέχων στέφανον. Ὁ Μωϋσῆς ἠθέλησεν ἀδικουμένῳ βοηθῆσαί τινι καὶ περὶ τῶν ἐσχάτων ἐκινδύνευσε καὶ τῆς πατρίδος ἐξέπεσε· καὶ ὁ Θεὸς συνεχώρησεν, ἵνα μάθῃς τῶν ἁγίων τὴν ὑπομονήν. Εἰ γὰρ προειδότες ὡς οὐδὲν πεισόμεθα δεινὸν, οὕτως ἡπτόμεθα τῶν πνευματικῶν πραγμάτων, οὐδὲν μέγα ἂν ἐδόξαμεν ποιεῖν, ἐνέχυρον τῆς ἀσφαλείας ἔχοντες τοιοῦτον· νυνὶ δὲ ἐντεῦθεν μάλιστα ἂν εἶεν θαυμαστοὶ οἱ τὰ τοιαῦτα πράττοντες, ὅτι καὶ κινδύνους καὶ ζημίας καὶ θανάτους καὶ μυρία κακὰ προορώμενοι, ὅμως τῶν τοιούτων οὐκ ἀφίσταντο κατορθωμάτων, οὐδὲ ὀκνηρότεροι ἐγίνοντο ταῖς τῶν φόβων προσδοκίαις. Καθάπερ οὖν οἱ τρεῖς παῖδες ἔλεγον· Ἔστι Θεὸς ἐν οὐρανῷ δυνατὸς ἐξελέσθαι ἡμᾶς· καὶ ἐὰν μὴ, γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησας οὐ προσκυνοῦμεν· καὶ σὺ τοίνυν, ὅταν μέλλῃς τί ποτε ἐργάζεσθαι τῶν κατὰ Θεὸν, πολλοὺς προόρα κινδύνους, πολλὰς ζημίας, πολλοὺς θανάτους· καὶ μὴ ξενίζου, μηδὲ θορυβοῦ συμβαινόντων τούτων. Τέκνον γὰρ, φησὶν, εἰ προσέρχῃ δουλεύειν τῷ Κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν. Οὐδεὶς τοίνυν πυκτεύειν αἱρούμενος χωρὶς τραυμάτων προσδοκᾷ στέφανον ἀναδήσασθαι. Καὶ σὺ τοίνυν, ἀγαπητὲ, πρὸς τὸν διάβολον παγκρατιάζειν καταδεξάμενος, μὴ τὸν ἀκίνδυνον καὶ τρυφῆς γέμοντα δίωκε βίον· οὐ γὰρ ἐνταῦθά σοι τὰς ἀμοιβὰς καὶ τὰς ὑποσχέσεις, ἀλλ' εἰς τὸν μέλλοντα αἰῶνα ἅπαντα ὑπέσχετο ὁ Θεὸς τὰ λαμπρά. Ὅταν οὖν ἢ αὐτός τι ποιήσας ἀγαθὸν, τὰ ἐναντία ἀπολάβῃς, ἢ ἕτερον τοῦτο πάσχοντα ἴδῃς, εὐφραίνου καὶ χαῖρε· μείζονος γὰρ ἀμοιβῆς ὑπόθεσις τὸ πρᾶγμά σοι γίνεται· οὐ μὴ καταπέσῃς, μηδὲ καταλύσῃς τὴν προθυμίαν, μηδὲ ὀκνηρότερος γένῃ, ἀλλὰ μᾶλλον ἐπιτίθεσο μετὰ πλείονος τῆς προθυμίας. Ἐπεὶ καὶ οἱ ἀπόστολοι ἡνίκα ἐκήρυττον, μαστιζόμενοι, λιθαζόμενοι, δεσμωτήρια συνεχῶς οἰκοῦντες, οὐ μόνον μετὰ τὴν τῶν κινδύνων ἀπαλλαγὴν, ἀλλὰ καὶ ἐν αὐτοῖς τοῖς κινδύνοις μετὰ μείζονος τῆς προθυμίας τὸ τῆς ἀληθείας κατήγγελλον κήρυγμα. Καὶ ἔστιν ἰδεῖν Παῦλον ἐν αὐτῷ τῷ δεσμωτηρίῳ, ἐν αὐταῖς ταῖς ἁλύσεσι κατηχοῦντα, μυσταγωγοῦντα, καὶ ἐν δικαστηρίῳ πάλιν τὸ αὐτὸ τοῦτο ποιοῦντα, καὶ ἐν ναυαγίῳ, καὶ ἐν χειμῶνι, καὶ ἐν μυρίοις κινδύνοις. Καὶ σὺ τούτους ζήλωσιν τοὺς ἁγίους, καὶ τῶν ἀγαθῶν ἔργων, ἕως ἂν δύναιο, μὴ ἐκπέσῃς· κἂν μυριάκις ἴδῃς διακόπτοντά σε τὸν διάβολον, μηδέποτε ἀποστῇς. Σὺ μὲν γὰρ χρήματα διακομίζων, ἴσως ναυαγίῳ περιέπεσες· ὁ δὲ Παῦλος, ὃ πάντων χρημάτων τιμιώτερον ἦν, τὸν λόγον βαστάζων εἰς τὴν Ῥώμην ἀπῄει, καὶ ναυαγίῳ περιέπεσε, καὶ μυρία ὑπέστη δεινά. Καὶ τοῦτο αὐτὸς ἐδήλωσεν εἰπὼν, ὅτι Πολλάκις ἠθελήσαμεν ἐλθεῖν πρὸς ὑμᾶς. καὶ ἐνέκοψεν ἡμᾶς ὁ Σατανᾶς. Καὶ ὁ Θεὸς συνεχώρησεν, ἐκ περιουσίας τὴν ἑαυτοῦ δύναμιν δηλῶν, καὶ δεικνὺς ὅτι καὶ μυρία ποιοῦντος τοῦ διαβόλου καὶ κωλύοντος, οὐδὲν ταύτῃ τὰ τοῦ κηρύγματος ἠλαττοῦτο καὶ διεκόπτετο. Διὰ τοῦτο ἐν ἅπασιν ὁ Παῦλος ηὐχαρίστει τῷ Θεῷ, εἰδὼς ὅτι εὐδοκιμώτερον αὐτὸν διὰ τούτων εἰργάζετο, καὶ τῆς προθυμίας αὐτοῦ τὸ σφοδρὸν ἐν ἅπασιν ἐδείκνυεν, οὐδενὶ τούτων τῶν κωλυμάτων ἐγκοπτόμενος. Ὁσάκις οὖν ἂν ἀποτύχωμεν, τοσαυτάκις ἁπτώμεθα τῶν πνευματικῶν ἔργων, καὶ μὴ λέγωμεν, τίνος ἕνεκεν συνεχώρησεν ὁ Θεὸς τὰ κωλύματα; διὰ τοῦτο γὰρ συνεχώρησεν, ἵνα σου τὴν προθυμίαν τοῖς πολλοῖς δείξῃ μᾶλλον καὶ τὸ πολὺ φίλτρον· φιλοῦντος γὰρ μάλιστα τοῦτό ἐστι, τὸ μηδέποτε ἀφίστασθαι τῶν τῷ φιλουμένῳ δοκούντων. Ὁ μὲν γὰρ χαῦνος καὶ ῥᾴθυμος ἐκ πρώτης εὐθέως ἀναπεσεῖται τῆς προσβολῆς· ὁ δὲ σφοδρὸς καὶ διεγηγερμένος, κἂν μυριάκις ἐγκόπτηται. τοσούτῳ μειζόνως ἐπιθήσεται τοῖς κατὰ Θεὸν πράγμασι, τὰ παρ' ἑαυτοῦ πάντα πληρῶν, καὶ ἐν ἅπασιν εὐχαριστῶν. Τοῦτο δὴ καὶ ἡμεῖς ποιῶμεν. Μέγας θησαυρὸς ἡ εὐχαριστία, μέγας πλοῦτος, ἀνάλωτον ἀγαθὸν, ὅπλον ἰσχυρόν· ὥσπερ οὖν ἡ βλασφημία τὴν οὖσαν ἐπιτείνει ζημίαν, καὶ ὧν ἀπωλέσαμεν πλείονα προσαπολέσαι ποιεῖ. Ἀπώλεσας χρήματα; ἂν μὲν εὐχαριστήσῃς, ἐκέρδανας τὴν ψυχὴν καὶ μείζονα ἐκτήσω τὸν πλοῦτον, τοῦ Θεοῦ πλείω τὴν εὔνοιαν ἐπισπασάμενος· ἂν βλασφημήσῃς, προσαπώλεσας καὶ τὴν σωτηρίαν τὴν σαυτοῦ, καὶ οὐδὲ ἐκεῖνα ἀνεκτήσω, καὶ ἣν εἶχες ψυχὴν, καὶ ταύτην κατέθυσας.