Ancient Greek · ~18 min
Εὐχαριστία ἔτι πρὸς τὸν Θεὸν περὶ τῆς μεταβολῆς τῶν σκυθρωπῶν· καὶ ἀνάμνησις τῶν διὰ τὴν στάσιν διασυρέντων καὶ τιμωρηθέντων· ὁμοίως δὲ πάλιν ἐξήγησις περὶ τῆς τοῦ ἀνθρώπου δημιουργίας, καὶ ὅτι φυσικὸν νόμον ἐδέξατο· καὶ περὶ τοῦ τελείως κατορθῶσαι τὸ μὴ ὀμνύειν. Ὁμιλία ιγʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21) 2.1-12
Not analysed yet
Ἐγὼ δὲ παρακαθήμενος καὶ ταῦτα βλέπων, ὅτι γυναῖκες καὶ παρθένοι θαλαμευόμεναι νῦν κοινὸν ἐγένοντο θέατρον ἅπασι, καὶ αἱ ἐπὶ στρωμνῆς ἁπαλῆς κατακλινόμεναι, τὸ ἔδαφος ἀντὶ στρωμνῆς ἔχουσι, καὶ αἱ τοσαύτης ἀπολαύουσαι θεραπείας θεραπαινίδων, εὐνούχων, τῆς ἄλλης ἁπάσης φαντασίας, νῦν ἁπάντων ἐκείνων ἔρημοι πρὸς τοὺς ἁπάντων σύρονται πόδας, ἕκαστον παρακαλοῦσαι συνεισενεγκεῖν τι τῶν εἰς αὐτὸν ἡκόντων τοῖς κρινομένοις, καὶ κοινὸν παρὰ πάντων ἐλέου τινὰ ἔρανον γενέσθαι, ἐφθεγξάμην ἐκεῖνο τὸ τοῦ Σολομῶντος, Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης. Εἶδον γὰρ τοῦτό τε αὐτὸ, καὶ ἕτερον λόγιον δι' αὐτῶν τῶν ἔργων ἐκβαῖνον, τὸ λέγον, ὅτι, Πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσε. Καὶ γὰρ πλοῦτος τότε, καὶ εὐγένεια, καὶ περιφάνεια, καὶ φίλων προστασία, καὶ συγγένεια, καὶ πάντα ἠλέγχετο τὰ βιωτικὰ, τῆς ἁμαρτίας καὶ τῆς παρανομίας τῆς γεγενημένης τὴν συμμαχίαν ἅπασαν τρεψαμένης ταύτην, Καὶ καθάπερ μήτηρ στρουθῶν, τῶν νεοττῶν ἀφαιρεθέντων, ἐλθοῦσα καὶ τὴν καλιὰν εὑροῦσα κενὴν, ἐξελέσθαι μὲν οὐ δύναται τοὺς ἁλόντας αὐτῆς νεοττοὺς, περιιπταμένη δὲ τοῦ θηρατοῦ τὰς χεῖρας, αὐτῷ τούτῳ τὴν ὀδύνην ἐνδείκνυται· οὕτω δὴ καὶ αἱ γυναῖκες ἐποίουν τότε ἐκεῖναι, ἀναρπασθέντων αὐταῖς ἐκ τῆς οἰκίας τῶν παίδων, καὶ ἔνδον ἀπειλημμένων, ὥσπερ ἐν δικτύῳ τινὶ καὶ παγίδι, προσελθεῖν μὲν καὶ ἐξελέσθαι τοὺς ἁλόντας οὐκ ἴσχυον, τῷ δὲ περὶ τὰς θύρας αὐτὰς καλινδεῖσθαι, καὶ θρηνεῖν, καὶ ὀλοφύρεσθαι, καὶ τῶν θηρευσάντων πειρᾶσθαι γενέσθαι ἐγγὺς, τὴν ὀδύνην ἐδείκνυον. Ταῦτα δὴ τότε ὁρῶν, εἰς νοῦν ἐβαλόμην τὸ φοβερὸν ἐκεῖνο δικαστήριον, καὶ πρὸς ἐμαυτὸν εἶπον· Εἰ νῦν ἀνθρώπων δικαζόντων, οὐ μήτηρ, οὐκ ἀδελφὴ, οὐ πατὴρ, οὐκ ἄλλος οὐδεὶς, καίτοι γε ἀνεύθυνοι τῶν τολμηθέντων ὄντες, οὐκ ἰσχύουσιν ἐξελέσθαι τοὺς κρινομένους, τίς ἐν τῷ φοβερῷ τοῦ Χριστοῦ δικαστηρίῳ παραστήσεται κρινομένοις ἡμῖν; τίς τολμήσει ῥῆξαι φωνήν; τίς ἐξελέσθαι τοὺς ἀπαγομένους ἐπὶ τὰς ἀφορήτους ἐκείνας κολάσεις; Καίτοι πρῶτοι τῆς πόλεως ἦσαν οἱ τότε δικαζόμενοι, καὶ αὐτὸ τῆς εὐγενείας τὸ κεφάλαιον. Ἀλλ' ὅμως ἠγάπων, εἴ τις δῴη πάντα ἀποβαλοῦσιν, εἰ δέοι, καὶ τὴν ἐλευθερίαν αὐτὴν τῆς παρούσης ἀπολαύειν ζωῆς. Τῆς ἡμέρας δὲ λοιπὸν πρὸς τὸ τέλος ἐπειγομένης, καὶ βαθυτάτης γενομένης ἑσπέρας, καὶ τοῦ τέλους τῆς ψήφου προσδοκωμένου ἐν μείζονι πάντες ἦσαν ἀγωνίᾳ, καὶ τὸν Θεὸν ἠξίουν μέλλησίν τινα καὶ ἀναβολὴν γενέσθαι, καὶ τῇ ψυχῇ τῶν δικαζόντων ἐμβαλεῖν εἰς τὴν τοῦ βασιλέως γνώμην ἀνενεγκεῖν τῶν ἐξητασμένων τὴν γνῶσιν· ἔσεσθαι γάρ τι ἴσως χρηστὸν ἀπὸ τῆς ὑπερθέσεως ταύτης. Καὶ κοιναὶ παρὰ τοῦ δήμου λιταὶ πρὸς τὸν φιλάνθρωπον Θεὸν ἀνεπέμποντο, τὰ λείψανα σῶσαι τῆς πόλεως, καὶ μὴ περιιδεῖν τέλεον ἐκ βάθρων ἀνασπωμένην αὐτήν. Καὶ οὐκ ἦν ἰδεῖν οὐδένα ἀδακρυτὶ ταῦτα βοῶντα· ἀλλ' ὅμως οὐδὲν τούτων τοὺς δικάζοντας ἔνδον ἀκούοντας ἐπέκαμπτε τότε, ἀλλ' ἓν μόνον ἐσκόπουν, ὅπως ἀκριβὴς γένηται ἡ τῶν τολμηθέντων ἐξέτασις· καὶ τέλος ἁλύσεις αὐτοῖς περιθέντες, καὶ σιδήρῳ δήσαντες, ἐπὶ τὸ δεσμωτήριον ἔπεμπον διὰ μέσης τῆς ἀγορᾶς, ἀνθρώπους ἱπποτρόφους, ἀγωνοθέτας, ἐτέρας μυρίας λαμπροτέρας ἔχοντας ἀριθμεῖν λειτουργίας, καὶ τὰς οὐσίας ἐδήμευον, καὶ σήμαντρα ἐν ταῖς θύραις ἁπάντων ἦν ἰδεῖν. Καὶ αἱ γυναῖκες αἱ τούτων τῆς πατρῴας ἐκβαλλόμεναι οἰκίας, ἑκάστη ἐκεῖνο τὸ τῆς γυναικὸς τοῦ Ἰὼβ διὰ τῶν ἔργων ἐπλήρουν· οἰκίαν γὰρ ἐξ οἰκίας καὶ τόπον ἐκ τόπου περιήρχοντο καταγωγίου δεόμεναι. Καὶ γὰρ οὐδὲ τοῦτο αὐτὸ αὐταῖς εὔκολον ἦν, ἑκάστου δεδοικότος καὶ τρέμοντος τῶν προσηκόντων τινὰ τῶν ὑπευθύνων ὑποδέξασθαι καὶ θεραπεῦσαι. Ἀλλ' ὅμως τοσούτων γενομένων, ἔστεργον πᾶσι τούτοις οἱ παθόντες, ἐπειδὴ τῆς παρούσης οὐκ ἐξέπεσαν ζωῆς· καὶ οὔτε ζημία χρημάτων, οὔτε ἀτιμία, οὔτε ἡ τοσαύτη πομπὴ, οὔτε ἄλλο τι τῶν τοιούτων οὐδὲν αὐτοὺς ἕδακνε. Τὸ γὰρ τῆς συμφορᾶς μέγεθος, καὶ τὸ, μείζονα προσδοκήσαντας τούτων, ταῦτα ὑπομεῖναι, φιλοσοφεῖν παρεσκεύαζε τὴν ψυχήν. Καὶ τότε ἐμάνθανον πῶς εὔκολον ἡμῖν ἡ ἀρετὴ, ῥᾴδιόν τε καὶ εὐκατόρθωτον, καὶ ὅτι παρὰ τὴν ἡμετέραν ὀλιγωρίαν μόνον ἐπίπονος εἶναι δοκεῖ. Οὗτοι γὰρ οἱ πρὸ τούτου χρημάτων ὀλίγων ζημίαν οὐκ ἐνεγκόντες πράως, ἐπειδὴ φόβῳ κατεσχέθησαν μείζονι, πάντα τὰ ὄντα ἀποβαλόντες, ὡς θησαυρὸν εὑρηκότες διέκειντο, ὅτι τὴν ψυχὴν οὐκ ἀπέβαλον. Ὥστε εἰ καὶ τῆς μελλούσης γεέννης εἶχεν ἡμᾶς αἴσθησις, καὶ τὰς ἀφορήτους ἐκείνας ἐνενοοῦμεν κολάσεις, εἰ καὶ τὴν οὐσίαν καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα ἐπεδώκαμεν ὑπὲρ τῶν τοῦ Θεοῦ νόμων, οὐκ ἂν ἠλγήσαμεν, εἰδότες ὅτι μείζονα κερδανοῦμεν τὴν τῶν μελλόντων δεινῶν ἀπαλλαγήν. Τάχα ἱκανῶς ὑμῶν κατεμάλαξε τὴν καρδίαν ἡ τραγῳδία τῶν εἰρημένων, ἀλλὰ μὴ δυσχεράνητε. Καὶ γὰρ ἐπειδὴ μέλλω λεπτοτέρων κατατολμᾷν νοημάτων, καὶ ἁπαλωτέρας δέομαι διανοίας, ἐπίτηδες τοῦτο ἐποίησα, ὥστε τῷ φόβῳ τοῦ διηγήματος τὴν διάνοιαν ὑμῶν πᾶσαν ἀποτιναξαμένην ῥᾳθυμίαν, καὶ τῶν βιωτικῶν ἀπαναστᾶσαν ἁπάντων, μετὰ πολλῆς τῆς εὐκολίας πρὸς τὸ βάθος τῆς ψυχῆς παραπέμψαι τῶν λεγομένων τὴν δύναμιν.