Ancient Greek · ~22 min
Ἔτι εἰς τὴν συμφορὰν τῆς πόλεως Ἀντιοχείας, καὶ ὅτι χρήσιμον πανταχοῦ φόβος, καὶ ὅτι πένθος γέλωτος λυσιτελέστερον, καὶ εἰς τὴν ῥῆσιν τὴν λέγουσαν· Ἐπίγνωθι ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις· καὶ ὅτι τοῦ φονεύειν τὸ ὁρκίζειν χεῖρον. Ὁμιλία ιεʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21) 2.1-14
Not analysed yet
Διὰ ταῦτα εὐχαριστῶμεν, καὶ μὴ ἀποδυσπετῶμεν μηδὲ δυσχεραίνωμεν. Ὅτι γὰρ καλὸν ὁ φόβος, ἐδίδαξε μὲν καὶ τὰ εἰρημένα· ἄκουσον δὲ καὶ Σολομῶντος περὶ αὐτοῦ φιλοσοφοῦντος οὕτως, Σολομῶντος τοῦ πάσῃ συντραφέντος τρυφῇ καὶ πολλῆς ἀπολαύσαντος ἀδείας. Τί οὖν ἐκεῖνός φησιν; Ἀγαθὸν πορευθῆναι εἰς οἶκον πένθους, ἢ πορευθῆναι εἰς οἶκον γέλωτος. Τί λέγεις, εἰπέ μοι; Ὅπου θρῆνος, καὶ δάκρυα, καὶ οἰμωγαὶ, καὶ ὀδύνη, καὶ ἀθυμία τοσαύτη, βέλτιον ἀπελθεῖν μᾶλλον, ἢ ὅπου χορεῖαι, καὶ κύμβαλα, καὶ γέλως, καὶ τρυφὴ, καὶ ἀδηφαγία, καὶ μέθη; Ναὶ, φησί. Τίνος ἕνεκεν, εἰπέ μοι, καὶ διὰ τί; Ὅτι ἐκεῖθεν μὲν παροινία, ἐντεῦθεν δὲ σωφροσύνη τίκτεται· κἂν ἀπέλθῃ τις εἰς εὐπορωτέρου συμπόσιον, οὐκέτι μετὰ τῆς αὐτῆς ἡδονῆς ὄψεται τὴν οἰκίαν, ἀλλ' ἀηδῶς μὲν πρὸς τὴν γυναῖκα ἐπανήξει, ἀηδῶς δὲ τῆς ἑαυτοῦ μεθέξει τραπέζης, καὶ δυσάρεστος καὶ τοῖς οἰκέταις καὶ τοῖς παιδίοις καὶ πᾶσιν ἔσται τοῖς κατὰ τὴν οἰκίαν, ἀπὸ τῆς ἑτέρων εὐπορίας ἀκριβέστερον κατιδὼν τὴν ἑαυτοῦ πενίαν. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ δεινὸν, ἀλλ' ὅτι καὶ βασκαίνει πολλάκις τῷ καλέσαντι αὐτὸν πρὸς τὴν εὐωχίαν· καὶ ὅλως οὐδὲν ἀγαθὸν λαβὼν οἴκαδε ἐπανήξει. Ἐπὶ δὲ τῶν πενθούντων οὐδὲν τοιοῦτον ἔστιν εἰπεῖν, ἀλλὰ πολλὴ μὲν ἡ φιλοσοφία, πολλὴ δὲ ἡ σωφροσύνη. Ἅμα γὰρ ἄν τις ἐπιβῇ τῶν προθύρων τῆς οἰκίας τῆς νεκρὸν ἐχούσης, καὶ τὸν τετελευτηκότα ἴδῃ ἄφωνον κείμενον, καὶ τὴν γυναῖκα τὰς τρίχας τίλλουσαν, τὰς παρειὰς καταξαίνουσαν, τοὺς βραχίονας κατατέμνουσαν, καταστέλλεται, σκυθρωπάζει, καὶ τῶν συγκαθημένων ἕκαστος πρὸς τὸν πλησίον οὐδὲν ἕτερον φθέγγεται ἀλλ' ἢ, ὅτι Οὐδέν ἐσμεν, καὶ ἡ κακία ἡμῶν ἄφατος. Τί τούτων φιλοσοφώτερον τῶν ῥημάτων γένοιτ' ἂν, ὅταν καὶ τῆς φύσεως τὴν εὐτέλειαν ἐπιγινώσκωμεν, καὶ τὴν πονηρίαν διαβάλλωμεν, καὶ μηδὲν εἶναι τὰ παρόντα νομίζωμεν, ἑτέροις μὲν ῥήμασι, γνώμῃ δὲ τῇ αὐτῇ τὰ τοῦ Σολομῶντος φθεγγόμενοι ἐκεῖνα τὰ θαυμαστὰ καὶ πολλῆς φιλοσοφίας γέμοντα, ὅτι Ματαιότης ματαιοτήτων, καὶ τὰ πάντα ματαιότης; Ὁ εἰς οἶκον πενθούντων εἰσελθὼν, εὐθέως δακρύει τὸν ἀπελθόντα, κἂν ἐχθρὸς ᾖ. Εἶδες πόσον βελτίων αὕτη ἐκείνης ἡ οἰκία; Ἐκεῖ μὲν γὰρ, κἂν φίλος ᾖ, φθονεῖ· ἐνταῦθα δὲ, κἂν ἐχθρὸς ᾖ, δακρύει· τοῦτο, ὃ μάλιστα πάντων ὁ Θεὸς ἐπιζητεῖ, τὸ μὴ ἐφήδεσθαι τοῖς λελυπηκόσιν. Οὐ ταῦτα δὲ μόνον ἔστιν ἐκεῖθεν καρπώσασθαι τὰ καλὰ, ἀλλὰ καὶ ἕτερα τούτων οὐκ ἐλάττω. Καὶ γὰρ ἀναμιμνήσκεται τῶν ἁμαρτημάτων ἕκαστος τῶν ἑαυτοῦ, καὶ τοῦ δικαστηρίου τοῦ φοβεροῦ, καὶ τῶν εὐθυνῶν ἐκείνων, καὶ τῆς κρίσεως, κἂν ᾖ μυρία κακὰ πεπονθὼς παρ' ἑτέρων, καὶ λύπας κατὰ τὴν οἰκίαν ἔχων, πάντων αὐτῶν λαβὼν τὸ φάρμακον οὕτως ἐπάνεισιν. Ἐννοήσας γὰρ, ὅτι μικρὸν ὕστερον καὶ αὐτὸς πείσεται τοῦτο, καὶ πάντες δὲ οἱ μεγάλα φυσῶντες, καὶ ὅτι πρόσκαιρα τὰ παρόντα ἅπαντα, κἂν χρηστὰ ᾖ, κἂν λυπηρὰ, ἀθυμίαν καὶ βασκανίαν ἅπασαν ἀποθέμενος, καὶ κούφην ποιήσας τὴν ψυχὴν, καὶ πτερωθεὶς, οὕτως οἴκαδε ἀναστρέψει· καὶ ἐντεῦθεν ἡμερώτερος ἔσται πᾶσι λοιπὸν, ἐπιεικέστερος καὶ προσηνέστερος καὶ φιλοσοφώτερος, τοῦ φόβου τῶν μελλόντων ἐπεισελθόντος αὐτοῦ τῇ ψυχῇ, καὶ τὰς ἀκάνθας δαπανήσαντος ἁπάσας. Καὶ ταῦτα πάντα ἐκεῖνος συνιδὼν ἔλεγεν ὅτι, Ἀγαθὸν πορευθῆναι εἰς οἶκον πένθους, ἢ πορευθῆναι εἰς οἶκον πότου· ἐκεῖθεν ῥᾳθυμία, ἐντεῦθεν ἀγωνία γίνεται· ἐκεῖθεν καταφρόνησις, ἐντεῦθεν φόβος, ὁ πρὸς ἅπασαν ἡμᾶς παιδαγωγῶν ἀρετήν. Εἰ μὴ καλὸν ἦν ὁ φόβος, οὐκ ἂν τοὺς πολλοὺς καὶ μακροὺς ἀνήλωσε λόγους ὁ Χριστὸς περὶ τῆς ἐκεῖ κολάσεως καὶ τιμωρίας διαλεγόμενος. Ὁ φόβος οὐδὲν ἕτερόν ἐστιν, ἢ τεῖχος καὶ ἀσφάλεια, καὶ πύργος ἀκαταγώνιστος· καὶ γὰρ πολλῆς ἡμῖν ἀσφαλείας δεῖ, διὰ τὸ πολλὰς εἶναι πανταχοῦ τὰς ἐνέδρας· καθάπερ αὐτὸς οὗτος πάλιν παραινῶν ὁ Σολομὼν ἔλεγεν· Ἐπίγνωθι, ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις καὶ ἐπὶ ἐπάλξεων πόλεως περιπατεῖς. Βαβαὶ πόσων γέμει τοῦτο τὸ ῥῆμα ἀγαθῶν, καὶ οὐκ ἔλαττον ἢ τὸ πρότερον. Ἐγγράψωμεν τοίνυν ἕκαστος ἐπὶ τῆς διανοίας αὐτὸ τῆς ἡμετέρας, καὶ περιφέρωμεν ἐπὶ τῆς μνήμης ἀεὶ, καὶ οὐχ ἁμαρτησόμεθα ταχέως. Ἐγγράψωμεν πρότερον αὐτὸ μετὰ ἀκριβείας ἁπάσης μαθόντες· οὐ γὰρ εἶπε, Βλέπε, ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις, ἀλλ', Ἐπίγνωθι. Καὶ τίνος ἕνεκεν εἶπεν, Ἐπίγνωθι; Συνεσκίασται, φησὶν, ἡ παγίς· τοῦτο γάρ ἐστιν ἡ παγὶς, ὅταν μὴ φανερὸς ὁ ὄλεθρος φαίνηται, μηδὲ δήλη ἡ βλάβη, ἀλλὰ πανταχόθεν περιεσταλμένη παρακέηται· διὰ τοῦτό φησιν, Ἐπίγνωθι· πολλῆς σοι δεῖ τῆς κατανοήσεως καὶ ἀκριβοῦς τῆς ἐρεύνης. Ὥσπερ γὰρ τὰ παιδία τῇ γῇ τὴν παγίδα, οὕτως ὁ διάβολος τὰς ἁμαρτίας ταῖς βιωτικαῖς περιέστειλεν ἡδοναῖς· ἀλλ' ἐπίγνωθι διερευνώμενος ἀκριβῶς, καὶ ἐὰν ἐμπέσῃ κέρδος, μὴ τὸ κέρδος ἴδῃς μόνον, ἀλλ' ἐρεύνησον ἀκριβῶς, μή που θάνατος καὶ ἁμαρτία εἰς τὸ κέρδος ἔνδον ἐγκέκρυπται· κἂν ἴδῃς, ἀπόφυγε. Πάλιν, ὅταν τέρψις καὶ ἡδονὴ παρεμπέσῃ, μὴ τὴν ἡδονὴν ἴδῃς μόνον, ἀλλὰ μή που παρανομία τις ἐν τῷ βάθει τῆς ἡδονῆς συνεσκίασται, μετὰ ἀκριβείας ἐξέτασον, κἂν εὕρῃς, ἀποπήδησον· κἂν συμβουλεύῃ τις, κἂν κολακεύῃ, κἂν θεραπεύῃ, κἂν τιμὰς ἐπαγγέλληται, κἂν ὁτιοῦν ἕτερον, πάντα ἐξετάζωμεν μετὰ ἀκριβείας, καὶ περισκοπῶμεν πάντοθεν μή πού τις βλάβη, μή πού τις κίνδυνος ἀπὸ τῆς συμβουλῆς, ἢ τῆς τιμῆς, ἢ τῆς θεραπείας ἡμῖν ἐγγίνηται, καὶ μὴ ταχέως καὶ ἀπερισκέπτως ἐπιτρέχωμεν. Εἰ μὲν γὰρ μία καὶ δύο μόνον ἦσαν αἱ παγίδες, εὔκολος ἦν ἡ φυλακή· νῦν δὲ τὸ πλῆθος αὐτῶν ἐνδείξασθαι βουλόμενος ὁ Σολομὼν, ἄκουσον πῶς φησιν· Ἐπίγνωθι, ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις· οὐκ εἶπεν, ὅτι Παρὰ παγίδας διαβαίνεις, ἀλλ' Ἐν μέσῳ παγίδων. Ἑκατέρωθεν ἡμῖν τὰ βάραθρα, ἑκατέρωθεν οἱ δόλοι. Ἐνέβαλέ τις εἰς ἀγορὰν, εἶδεν ἐχθρὸν, ἐφλέγμανεν ἀπὸ τῆς ὄψεως μόνης· εἶδε φίλον εὐδοκιμοῦντα, ἐβάσκηνεν· εἶδε πένητα, κατεφρόνησε καὶ ὑπερεῖδεν· εἶδε πλούσιον, καὶ ἐφθόνησεν· εἶδέ τινα ἐπηρεαζόμενον, ἀπεδυσπέτησεν· εἶδέ τινα ἐπηρεάζοντα, ἐδυσχέρανεν· εἶδε γυναῖκα εὔμορφον, ἑάλω. Εἶδες πόσαι αἱ παγίδες, ἀγαπητέ; Διὰ τοῦτό φησιν· Ἐπίγνωθι, ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις. Καὶ ἐν οἰκίᾳ παγίδες, καὶ ἐπὶ τραπέζης παγίδες, καὶ ἐπὶ συλλόγων παγίδες. Πολλάκις ἀπερισκέπτως τις μεταξὺ φίλων θαῤῥῶν ἐφθέγξατό τι τῶν οὐκ ὀφειλόντων ἐξενεχθῆναι ῥημάτων, καὶ κίνδυνον ἤνεγκε τοσοῦτον, ὥστε ὁλόκληρον ἀνατρέψαι τὴν οἰκίαν.