Ancient Greek · ~20 min
Ὅτι οὐκ ἀρκεῖ ἡ νηστεία τῆς Τεσσαρακοστῆς πρὸς τὸ δύνασθαι κοινωνεῖν, ἀλλὰ καὶ δεῖ τῆς κατὰ ψυχὴν ἀρετῆς πρώτης· καὶ πῶς δυνατὸν μὴ μνησικακεῖν, καὶ ὅτι πολὺς τῷ Θεῷ τοῦ νόμου τούτου λόγος, καὶ ὅτι πρὸ τῆς γεέννης τὸ μνησικακεῖν κολάζει τοὺς ἁλόντας· καὶ περὶ τῆς τῶν ὅρκων ἀποχῆς, καὶ περὶ τῶν μὴ κατωρθωκότων τὸ μὴ ὀμνύειν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21) 2.1-19
Not analysed yet
Τί δὲ, ἂν τὰς κακηγορίας, ἃς καθ' ἑκάστην ἡμέραν ἀλλήλους λέγομεν κακῶς, εἰς μέσον παραγάγῃ, καὶ τὰς κρίσεις τὰς ἀκαίρους, ἐν αἷς κατακρίνομεν τὸν πλησίον οὐδὲν ἔχοντες πρᾶγμα, ἀλλὰ φιλαίτιοί τινες ὄντες καὶ μεμψίμοιροι, τί δυνησόμεθα ἀπολογήσασθαι καὶ εἰπεῖν; Ἂν δὲ τὰς περιέργους ἡμῶν ὄψεις ἐξετάσῃ, καὶ τὰς πονηρὰς ἐπιθυμίας, ἃς ἔχομεν ἐν διανοίᾳ, πολλάκις αἰσχροὺς καὶ ἀκαθάρτους ἀναδεχόμενοι λογισμοὺς ἀπὸ τῆς ἀνεξετάστου τῶν ὀφθαλμῶν πλάνης, πόσην ὑποστησόμεθα δίκην; Τῆς δὲ λοιδορίας ἡμᾶς ἂν ἀπαιτήσῃ λόγον (Ὃς γὰρ ἂν εἴπῃ, φησὶ, τῷ ἀδελφῷ αὐτοῦ, Μωρὲ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρὸς), ἆρα δυνησόμεθα διᾶραι τὸ στόμα; ἢ χᾶναι μὲν ὅλως, ἢ μικρὸν ἣ μέγα τι πρὸς τοῦτο εἰπεῖν; Τὰς δὲ κενοδοξίας, ἃς ὑπομένομεν καὶ εὐχόμενοι καὶ νηστεύοντες καὶ ἐλεημοσύνην ποιοῦντες, ἂν ἐξετάσωμεν, οὐ λέγω ὁ Θεὸς, ἀλλ' ἡμεῖς αὐτοὶ οἱ ἡμαρτηκότες, ἆρα δυνησόμεθα εἰς τὸν οὐρανὸν ἀναβλέψαι; Τοὺς δὲ δόλους, οὓς κατ' ἀλλήλων ῥάπτομεν, νῦν μὲν παρόντα ἐπαινοῦντες τὸν ἀδελφὸν, καὶ ὡς φίλῳ διαλεγόμενοι, ἀπόντα δὲ κατηγοροῦντες, ἆρα ὑποστησόμεθα τὰς ὑπὲρ τούτων κολάσεις; Τί δὲ τοὺς ὅρκους; τί δὲ τὸ ψεῦδος; τί δὲ τὰς ἐπιορκίας, τοὺς ἀδίκους θυμοὺς, τὴν βασκανίαν, ἣν βασκαίνομεν πολλάκις εὐδοκιμοῦσιν, οὐκ ἐχθροῖς μόνον, ἀλλὰ καὶ φίλοις; καὶ ὅτι ἡδόμεθα πασχόντων ἑτέρων κακῶς, καὶ νομίζομεν παραμυθίαν τῆς οἰκείας συμφορᾶς τὰς ἀλλοτρίας δυσημερίας; Τῆς δὲ ἐν ταῖς συνάξεσι ῥᾳθυμίας ἂν ἀπαιτήσῃ τὰς εὐθύνας, τί ἂν πάθοιμεν; Ἴστε γὰρ δήπου τοῦτο, ὅτι πολλάκις αὐτοῦ τοῦ Θεοῦ διαλεγομένου πρὸς πάντας ἡμᾶς διὰ τοῦ προφήτου, πολλοὺς καὶ μακροὺς πρὸς τὸν πλησίον ποιούμεθα λόγους περὶ τῶν οὐδὲν ἡμῖν προσηκόντων. Ἂν τοίνυν πάντα παρεὶς τὰ ἄλλα ταύτης τῆς ἁμαρτίας θελήσῃ δίκην ἀπαιτῆσαι ἡμᾶς, ποία σωτηρίας ἔσται ἡμῖν ἐλπίς; Μὴ γὰρ δὴ μικρὸν εἶναι νομίσῃς τὸ πλημμέλημα· ἀλλ' εἰ βούλει τὸ μέγεθος αὐτοῦ κατιδεῖν, ἐπ' ἀνθρώπων αὐτὸ τοῦτο ἐξέτασον, καὶ τότε ὄψει τῆς ἁμαρτίας τὸ μέγεθος. Τόλμησον ἄρχοντος πρὸς σὲ φθεγγομένου, μᾶλλον δὲ φίλου τινὸς τῶν ὀλίγῳ σεμνοτέρων, ἀφεὶς αὐτὸν πρὸς τὸν οἰκέτην διαλέγεσθαι τὸν σαυτοῦ, καὶ τότε ὄψει ἡλίκον τολμᾷς ἐπὶ τοῦ Θεοῦ τοῦτο ποιῶν. Ἐὰν γὰρ ᾖ τις τῶν περιφανεστέρων ἐκεῖνος, καὶ δίκην σε ἀπαιτήσῃ τῆς ὕβρεως· ἀλλ' ὁ Θεὸς τοσαῦτα καὶ πλείονα τούτων καθ' ἑκάστην ὑβριζόμενος τὴν ἡμέραν, οὐ παρ' ἑνὸς, καὶ δύο, καὶ τριῶν ἀνθρώπων, ἀλλὰ παρὰ πάντων σχεδὸν ἡμῶν, ἀνέχεται καὶ μακροθυμεῖ καὶ οὐκ ἐπὶ τούτοις μόνον, ἀλλὰ καὶ ἐφ' ἑτέροις πολλῷ χαλεπωτέροις. Ταῦτα μὲν γάρ ἐστι τὰ ὡμολογημένα καὶ πᾶσι δῆλα, καὶ ὑπὸ πάντων σχεδὸν τολμώμενα· ἔστι δὲ καὶ ἕτερα, ἅπερ τὸ τῶν ἁμαρτανόντων συνειδὸς οἶδεν· ἐὰν ἅπαντα ταῦτα ἐννοήσωμεν καὶ πρὸς ἑαυτοὺς ἀναλογισώμεθα, κἂν ἁπάντων ὦμεν ὠμότεροι καὶ ἀπηνέστεροι, τὸ πλῆθος τῶν ἁμαρτιῶν ἡμῶν σκοπήσαντες, ἀπὸ τοῦ φόβου καὶ τῆς ἀγωνίας οὐδὲ μνησθῆναι τῆς παρ' ἑτέρων εἰς ἡμᾶς γεγενημένης ὕβρεως δυνησόμεθα. Ἀναμνήσθητι τοῦ ποταμοῦ τοῦ πυρὸς, τοῦ σκώληκος τοῦ ἰοβόλου, τῆς φοβερᾶς κρίσεως, καθ' ἣν ἅπαντα γυμνὰ καὶ τετραχηλισμένα· ἐννόησον, ὅτι τὰ κρυπτόμενα νῦν ἐκκαλύπτεται τότε. Ἂν τοίνυν ἀφῇς τῷ πλησίον τὰ ἁμαρτήματα, ἅπερ ἐκκαλύπτεσθαι μέλλει τότε, ταῦτα ἐνταῦθα ἀφανίζεται πάντα, καὶ ἀπελεύσῃ μηδὲν ἐπισυρόμενος ὧν ἐπλημμέλησας, ὥστε μείζονα λαμβάνεις, ἢ δίδως. Καὶ γὰρ πολλὰ πολλάκις ἡμαρτήκαμεν τοιαῦτα, ἃ μηδεὶς ἕτερος οἶδεν· εἶτα ἐννοοῦντες ὅτι κατὰ τὴν ἡμέραν ἐκείνην πρὸ τῶν ὀφθαλμῶν ἁπάντων κείσεται ἡμῶν τὰ ἁμαρτήματα ἐν τῷ κοινῷ τῆς οἰκουμένης θεάτρῳ, τῆς κολάσεως χαλεπώτερον ἀλγοῦμεν, πνιγόμενοι καὶ ἀγχόμενοι τῷ συνειδότι. Ἀλλὰ τὴν τοσαύτην αἰσχύνην, τὰ τοσαῦτα ἁμαρτήματα, τὴν τοσαύτην κόλασιν ἔστιν ἀπονίψασθαι διὰ τῆς εἰς τὸν πλησίον συγχωρήσεως· καὶ γὰρ οὐδὲν ταύτης ἴσον ἐστὶ τῆς ἀρετῆς. Βούλει μαθεῖν ταύτης τῆς ἀρετῆς τὴν δύναμιν; Ἐὰν στῇ Μωϋσῆς καὶ Σαμουὴλ, φησὶ, πρὸ προσώπου μου, οὐκ ἔστιν ἡ ψυχή μου πρὸς αὐτούς. Ἀλλ' ὅμως οὓς οὐκ ἠδύνατο Μωϋσῆς καὶ Σαμουὴλ ἐξαρπάσαι τῆς ὀργῆς τοῦ Θεοῦ, αὕτη ἠδύνατο ἐξαρπάσαι ἡ ἐντολή· διὰ τοῦτο ἐκείνοις, οἷς ταῦτα εἶπε, συνεχῶς παρεκελεύετο λέγων· Κακίαν ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ μὴ μνησικακείτω ἐν ταῖς καρδίαις ὑμῶν· καὶ, Τὴν κακίαν τοῦ πλησίον αὐτοῦ ἕκαστος μὴ λογιζέσθω. Οὐκ εἶπεν, Ἄφες, μόνον, ἀλλὰ, Μηδὲ ἔχε ἐν διανοίᾳ, μηδὲ λογίζου· ἄφες τὴν ὀργὴν ἅπασαν, ἀφάνισον τὸ ἕλκος. Δοκεῖς μὲν γὰρ ἐκεῖνον ἀμύνεσθαι, πρότερον δὲ σεαυτὸν βασανίζεις, καθάπερ δήμιον ἔνδοθεν περιστήσας σου πανταχόθεν τὸν θυμὸν, καὶ καταξαίνων σαυτοῦ τὰ σπλάγχνα. Τί γὰρ γένοιτ' ἂν ἀθλιώτερον ἀνθρώπου διηνεκῶς ὀργιζομένου; Καὶ καθάπερ οἱ μεμηνότες οὐδέποτε ἀπολαύουσι γαλήνης, οὕτως ὁ μνησικακῶν καὶ ἐχθρὸν ἔχων, οὐδέποτε ἀπολαύσεταί τινος εἰρήνης, διηνεκῶς φλεγμαίνων, καὶ τὸν χειμῶνα τῶν λογισμῶν καθ' ἑκάστην αὔξων τὴν ἡμέραν, τὰ ῥήματα ἀναμιμνησκόμενος καὶ τὰ πράγματα, καὶ πρὸς αὐτὴν τὴν προσηγορίαν τοῦ λελυπηκότος ἀπεχθῶς ἔχων. Κἂν τὸ ὄνομα μόνον εἴπῃς τοῦ ἐχθροῦ, ἐκθηριοῦται καὶ πολλὴν ἔνδον ὑπομένει τὴν ὀδύνην· κἂν ψιλὴν ἴδῃ τὴν ὄψιν μόνον, δέδοικε καὶ τρέμει, καθάπερ τὰ ἔσχατα πάσχων κακά· κἄν τινας τῶν ἐκείνῳ προσηκόντων, κἂν ἱμάτιον, κἂν οἰκίαν, κἂν στενωπὸν θεάσηται, ὑπὸ πάντων βασανίζεται τῶν ὁρωμένων. Καθάπερ γὰρ τῶν φιλουμένων καὶ τὰ ἱμάτια, καὶ τὰ πρόσωπα, καὶ τὰ ὑποδήματα, καὶ αἱ οἰκίαι, καὶ οἱ στενωποὶ πτεροῦσιν ἡμᾶς εὐθέως ὀφθέντες· οὕτω τῶν ἐχθρῶν καὶ μισουμένων κἂν οἰκέτην, κἂν φίλον, κἂν οἰκίαν, κἂν στενωπὸν ἴδωμεν, κἂν ὁτιοῦν ἕτερον, ὑπὸ πάντων δακνόμεθα, καὶ πυκναὶ καὶ συνεχεῖς ἡμῖν ἀφ' ἑκάστου τῶν ὁρωμένων πληγαὶ γίνονται.