Ancient Greek · ~17 min
ΟΜΙΛΙΑ ΔΕΥΤΕΡΑ, Λεχθεῖσα ἐν Ἀντιοχείᾳ ἐν τῇ παλαιᾷ λεγομένῃ ἐκκλησίᾳ, ὄντος αὐτοῦ πρεσβυτέρου, περὶ τῆς συμβάσης συμφορᾶς ἐν τῇ πόλει, ἐπὶ τῇ ἀταξίᾳ τῆς καταστροφῆς τῶν ἀνδριάντων τοῦ Θεοδοσίου τοῦ εὐσεβοῦς βασιλέως τοῦ μεγάλου· καὶ εἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου, Τοῖς πλουσίοις παράγγελλε ἐν τῷ νῦν αἰῶνι μὴ ὑψηλοφρονεῖν· καὶ κατὰ πλεονεξίας.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21) 2.1-2
Not analysed yet
Ἀλλ' οὐκ αἰσχύνομαι ἐπὶ τούτῳ, οὐδὲ ἐρυθριῶ. Μανθανέτωσαν ἅπαντες τὰ τῆς πόλεως πάθη, ἵνα συναλγήσαντες τῇ μητέρι, κοινὴν ἀπὸ τῆς γῆς ἁπάσης ἀνενέγκωσι τῷ Θεῷ φωνὴν, καὶ ὁμοθυμαδὸν τὴν κοινὴν ἁπάντων μητέρα καὶ τροφὸν παρὰ τοῦ τῶν οὐρανῶν ἐξαιτήσωνται βασιλέως. Ἐσείσθη πρῴην ἡμῖν ἡ πόλις, ἀλλὰ νῦν αὐταὶ σαλεύονται τῶν οἰκητόρων αἱ ψυχαί· τότε ἐσείετο τὰ θεμέλια τῶν οἰκημάτων, νῦν δὲ αὐτὰ δονεῖται τὰ θεμέλια τῆς ἑκάστου καρδίας, καὶ καθ' ἑκάστην ἡμέραν πρὸ τῶν ὀφθαλμῶν τὸν θάνατον πάντες βλέπομεν, καὶ φόβῳ συζῶμεν διηνεκεῖ, καὶ τὴν τοῦ Κάϊν ὑπομένομεν τιμωρίαν ἐλεεινότερον τῶν ποτὲ τὸ δεσμωτήριον οἰκούντων διακείμενοι, καὶ πολιορκίαν πολιορκούμενοι ξένην τινὰ καὶ καινὴν, καὶ τῆς νενομισμένης δεινοτέραν. Οἱ μὲν γὰρ ὑπὸ τῶν πολεμίων τοῦτο πάσχοντες, ἔσω τειχῶν ἀποκλείονται μόνον, ἡμῖν δὲ καὶ ἡ ἀγορὰ ἄβατος γέγονε, καὶ τοῖς τοίχοις ἕκαστος τῆς οἰκίας ἐναποκέκλεισται τῆς ἑαυτοῦ. Καὶ καθάπερ τοὺς πολιορκουμένους οὐκ ἀσφαλὲς ὑπερβῆναι τὸ τεῖχος, τῶν πολεμίων ἔξω περικαθημένων· οὕτως οὐδὲ πολλοῖς τῶν τὴν πόλιν οἰκούντων ἀσφαλὲς ἐξελθεῖν, οὐδὲ ἐν τῷ μέσῳ φανῆναι, διὰ τοὺς πάντοθεν θηρεύοντας ἀναιτίους καὶ αἰτίους, καὶ ἐκ μέσης ἁρπάζοντας τῆς ἀγορᾶς, καὶ πρὸς τὸ δικαστήριον ἁπλῶς καὶ ὡς ἔτυχεν ἕλκοντας. Διὰ τοῦτο ἐλεύθεροι μετὰ τῶν οἰκετῶν τῶν ἑαυτῶν ἔνδον συμπεποδισμένοι κάθηνται, τίς συνελήφθη, τίς ἀπήχθη, τίς ἐκολάσθη σήμερον; πῶς καὶ τίνι τρόπῳ; μεριμνῶντες καὶ περιεργαζόμενοι παρ' ὧν τὰ τοιαῦτα δυνατὸν μανθάνειν ἀσφαλῶς, καὶ θανάτου παντὸς ἐλεεινότερον ζῶσι βίον, τάς τε ἀλλοτρίας ὀδύρεσθαι συμφορὰς ἀναγκαζόμενοι καθ' ἡμέραν, καὶ ὑπὲρ τῆς ἑαυτῶν τρέμοντες σωτηρίας, καὶ νεκρῶν οὐδὲν ἄμεινον διακείμενοι τῷ πάλαι τεθνάναι τῷ δέει. Εἰ δέ τις καὶ τοῦ φόβου τούτου καὶ τῆς ἀγωνίας ἐκτὸς ὢν ἐθελήσειεν εἰς ἀγορὰν ἐμβαλεῖν, ὑπὸ τῆς ὄψεως τῆς ἀτερποῦς εὐθέως εἰς τὴν οἰκίαν εἰσελαύνεται τὴν ἑαυτοῦ, ἕνα που καὶ δύο μόλις ὁρῶν συγκεκυφότας, καὶ μετὰ πολλῆς βαδίζοντας τῆς κατηφείας, ἔνθα πρὸ ὀλίγων ἡμερῶν ποταμῶν ῥεύματα τὸ πλῆθος ἀπέκρυπτεν, ἀλλὰ νῦν ἀπηλάθησαν ἡμῖν πάντες ἐκεῖνοι. Καὶ καθάπερ δρυμοῦ συμφύτου πολλῶν πανταχόθεν ἐκκοπέντων δένδρων, ἀτερπὴς ἡ ὄψις γίνεται, ἢ καθάπερ κεφαλῆς φαλακρώματα ἐχούσης πολλὰ, οὕτω δὴ καὶ τὸ τῆς πόλεως ἔδαφος, τῶν ἀνθρώπων ἐλαττωθέντων, καὶ ὀλίγων σποράδην φαινομένων, ἀτερπὲς γέγονε νῦν, καὶ πολλὴν τῶν ὁρώντων καταχέει τῆς ἀθυμίας τὴν ἀχλύν. Οὐ τὸ ἔδαφος δὲ μόνον, ἀλλὰ καὶ αὐτὴ τοῦ ἀέρος ἡ φύσις, καὶ αὐτὸς τῶν ἡλιακῶν ἀκτίνων ὁ κύκλος στυγνάζειν μοι δοκεῖ νῦν, καὶ ἀμαυρότερος φαίνεσθαι, οὐ τῶν στοιχείων τὴν φύσιν μεταβαλλόντων, ἀλλὰ τῶν ἡμετέρων ὀφθαλμῶν τῷ τεθολῶσθαι τῆς ἀθυμίας τῷ νέφει, μὴ δυναμένων καθαρῶς μηδὲ μετὰ τῆς αὐτῆς διαθέσεως τὸ παρὰ τῶν ἀκτίνων δέχεσθαι φῶς. Τοῦτό ἐστιν ὃ πάλαι ὁ προφήτης ἐθρήνει λέγων· Δύσεται αὐτοῖς ὁ ἥλιος μεσημβρίας, καὶ συσκοτάσει ἡ ἡμέρα. Τοῦτο δὲ ἔλεγεν, οὐχ ὡς τοῦ ἄστρου κρυπτομένου, οὐδὲ ὡς τῆς ἡμέρας ἀφανιζομένης, ἀλλ' ὡς τῶν ἀθυμούντων οὐδὲ ἐν μεσημβρίᾳ δυναμένων ὁρᾷν τὸ φῶς διὰ τὸν ἀπὸ τῆς ὀδύνης ζόφον· ὃ δὴ καὶ νῦν γέγονε· καὶ ὅπουπερ ἂν ἴδῃ τις, κἂν εἰς τὸ ἔδαφος, κἂν εἰς τοὺς τοίχους, κἂν εἰς τοὺς κίονας τῆς πόλεως, κἂν εἰς τοὺς πλησίον, νύκτα ὁρᾷν δοκεῖ καὶ ζόφον βαθύν· οὕτω πάντα πολλῆς γέμει τῆς κατηφείας. Σιγὴ πανταχοῦ φρίκης γέμουσα καὶ ἐρημία, καὶ ὁ ποθεινὸς ἐκεῖνος τοῦ πλήθους ἔσβεσται θόρυβος, καὶ καθάπερ ἁπάντων εἰς τὴν γῆν καταδυόντων, οὕτως ἀφωνία τὴν πόλιν κατέχει νῦν, καὶ τοῖς λίθοις ἐοίκασιν ἅπαντες, καὶ ὥσπερ τινὶ γλωττοπέδῃ τῇ συμφορᾷ κατεχόμενοι βαρυτάτην κατέχουσιν ἡσυχίαν, καὶ τοσαύτην, ὅσηπερ ἂν εἰ πολεμίων ἐπελθόντων καὶ πάντας ὁμοῦ πυρὶ καὶ σιδήρῳ δαπανησάντων ἐγένετο. Εὔκαιρον νῦν εἰπεῖν· Ἀποστείλατε πρὸς τὰς θρηνούσας, καὶ ἐλθέτωσαν, καὶ πρὸς τὰς σοφὰς, καὶ φθεγξάσθωσαν. Ῥεέτωσαν οἱ ὀφθαλμοὶ ὑμῶν ὕδωρ, καὶ τὰ βλέφαρα ὑμῶν καταγέτω δάκρυα· οἱ βουνοὶ, λάβετε κοπετὸν, καὶ τὰ ὄρη, θρῆνον. Καλέσωμεν τὴν κτίσιν ἅπασαν εἰς συμπάθειαν τῶν ἡμετέρων κακῶν. Πόλις οὕτω μεγάλη καὶ τῶν ὑπὸ τὴν ἕω κειμένων ἡ κεφαλὴ, ἐκ μέσης ἀναρπασθῆναι κινδυνεύει τῆς οἰκουμένης· νῦν ἡ πολύπαις ἄπαις ἐξαίφνης γεγένηται, καὶ ὁ βοηθήσων οὐδείς. Οὐ γάρ ἐστιν ὁ ὑβρισθεὶς ὁμότιμόν τινα ἔχων ἐπὶ τῆς γῆς· βασιλεὺς γάρ ἐστι κορυφὴ καὶ κεφαλὴ τῶν ἐπὶ τῆς γῆς ἀνθρώπων ἁπάντων. Διὰ τοῦτο δὴ πρὸς τὸν ἄνω καταφεύγωμεν βασιλέα· ἐκεῖνον καλέσωμεν εἰς βοήθειαν· εἰ μὴ τῆς ἄνωθεν ἀπολαύσοιμεν εὐνοίας, οὐδεμία λείπεται τοῖς γεγενημένοις παραμυθία.