# Ad populum Antiochenum (homiliae 1-21) 2.1-3

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21), Παράκλησις πρὸς τὸν λαὸν περὶ καρτερίας καὶ ὑπομονῆς ἐκ παραδειγμάτων τοῦ τε Ἰὼβ καὶ τῶν τριῶν παίδων· καὶ περὶ τῆς τῶν ὅρκων ἀποχῆς.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/ad-populum-antiochenum-homiliae-1-21/2.1-3

Μὴ τοίνυν ἀλύωμεν ἐπὶ τοῖς παροῦσι δεινοῖς· ἐὰν γὰρ ἁμαρτίας ἔχῃς, ἀφανίζονται καὶ κατακαίονται ῥᾳδίω; ὑπὸ τῆς θλίψεως· ἐὰν δὲ ἀρετὴν ἔχῃς, λαμπρύνῃ καὶ φαιδρύνῃ ὑπ' αὐτῆς· ἐὰν γὰρ ἀγρυπνῇς διηνεκῶς καὶ νήφῃς, ἀνώτερος ἔσῃ βλάβης ἁπάσης. Οὐ γὰρ ἡ τῶν πειρασμῶν φύσις, ἀλλ' ἡ τῶν πειραζομένων ῥᾳθυμία τὰ πτώματα ἐργάζεσθαι πέφυκεν. Ὥστε εἰ βούλει τρυφᾷν καὶ ἀνέσεως ἀπολαύειν καὶ ἡδονῆς, μὴ ζήτει ἡδονὴν μήτε ἄνεσιν, ἀλλὰ ζήτει ψυχὴν ὑπομονῆς γέμουσαν καὶ καρτερίαν ἐπιδείξασθαι δυναμένην· ὡς ἐὰν μὴ τοῦτο ἔχῃς, οὐχὶ πειρασμός σε ἐλέγξει μόνον, ἀλλὰ καὶ ἄνεσίς σε ἀπολεῖ καὶ καταβαλεῖ μειζόνως. Ὅτι γὰρ οὐχ ἡ τῶν δεινῶν προσβολὴ, ἀλλ' ἦ τῆς ἡμετέρας διανοίας ῥᾳθυμία ἀνατρέπει τὴν σωτηρίαν ἡμῶν, ἄκουσον τί φησιν ὁ Χριστός· Πᾶς ὅστις ἀκούει μου τοὺς λόγους τούτους, καὶ ποιεῖ αὐτοὺς, ὁμοιωθήσεται ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν, καὶ κατέβη ἡ βροχὴ, καὶ ἦλθον οἱ ποταμοὶ, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέῤῥηξαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσε· τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν· καὶ πάλιν· Ὅστις ἀκούει μου τοὺς λόγους τούτους, καὶ οὐ ποιεῖ αὐτοὺς, ὁμοιωθήσεται ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησεν αὑτοῦ τὴν οἰκίαν ἐπὶ τὴν ψάμμον, καὶ κατέβη ἡ βροχὴ, καὶ ἦλθον οἱ ποταμοὶ, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέῤῥηξαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ κατέπεσε, καὶ ἦν ἡ πτῶσις αὐτῆς μεγάλη. Ὁρᾷς ὅτι οὐχ αἱ τῶν πειρασμῶν προσβολαὶ, ἀλλ' ἡ τῶν οἰκοδομούντων ἄνοια τὴν πτῶσιν ἐποίησεν; Καὶ γὰρ ἐκεῖ βροχὴ, καὶ ἐνταῦθα βροχή· κἀκεῖ ποταμοὶ, καὶ ἐνταῦθα ποταμοί· κἀκεῖ πνευμάτων προσβολαὶ, καὶ ἐνταῦθα τὸ αὐτὸ τοῦτο· κἀκεῖνος ᾠκοδόμησε, καὶ οὗτος ᾠκοδόμησε· καὶ ἡ αὐτὴ οἰκοδομὴ, καὶ οἱ αὐτοὶ πειρασμοί· ἀλλ' οὐ τὸ αὐτὸ τέλος, ἐπειδὴ οὐχ ὁ αὐτὸς θεμέλιος. Οὐ γὰρ τῶν πειρασμῶν ἡ φύσις, ἀλλὰ τοῦ οἰκοδομήσαντος ἡ ἄνοια τὴν πτῶσιν ἐποίησεν· ἐπεὶ ἔδει καὶ τὴν ἐπὶ τῆς πέτρας οἰκοδομηθεῖσαν καταπεσεῖν οἰκίαν, νῦν δὲ οὐδὲν τοιοῦτον ἔπαθεν. Ἀλλὰ μὴ περὶ οἰκίας εἰρῆσθαι ταῦτα νομίζετε· περὶ γὰρ ψυχῆς ἐστιν ὁ λόγος, τὴν τῶν θείων λόγων ἀκρόασιν διὰ τῶν ἔργων ἐπιδεικνυμένης ἢ διακρουομένης. Οὕτως ᾠκοδόμησεν ἑαυτοῦ τὴν ψυχὴν ὁ Ἰώβ· κατέβη ἡ βροχὴ, πῦρ γὰρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ, καὶ κατέφαγε πάντα τὰ ποίμνια· ἦλθον οἱ ποταμοὶ, οἱ πυκνοὶ καὶ συνεχεῖς καὶ ἐπάλληλοι τῶν συμφορῶν ἄγγελοι, ὁ μὲν τῶν αἰπολίων, ὁ δὲ τῶν καμήλων, ὁ δὲ τῶν παίδων λέγων τὴν ἀπώλειαν· ἔπνευσαν οἱ ἄνεμοι, τὰ πικρὰ τῆς γυναικὸς ῥήματα· Εἰπὸν γάρ τι, φησὶ, ῥῆμα πρὸς Κύριον, καὶ τελεύτα· καὶ οὐκ ἔπεσεν ἡ οἰκία, οὐχ ὑπεσκελίσθη ἡ ψυχὴ, οὐκ ἐβλασφήμησεν ὁ δίκαιος, ἀλλὰ καὶ ηὐχαρίστησεν οὕτως εἰπών· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο, ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. Ὁρᾷς ὅτι οὐχὶ τῶν πειρασμῶν ἡ φύσις, ἀλλ' ἡ τῶν ῥᾳθυμούντων ὀλιγωρία τὴν πτῶσιν ποιεῖν εἴωθεν; ὡς τόν γε ἰσχυρὸν καὶ ἰσχυρότερον ἡ θλῖψις ἐργάζεται. Τίς ταῦτά φησιν; Ὁ ἐν τῇ θλίψει τραφεὶς, ὁ μακάριος Παῦλος, οὕτω λέγων· Ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα. Καὶ καθάπερ τὰ ἰσχυρὰ τῶν δένδρων ἡ τῶν ἀνέμων ῥύμη προσπίπτουσα καὶ πάντοθεν ῥιπίζουσα οὐκ ἀνασπᾷ, ἀλλὰ στεῤῥότερα καὶ ἰσχυρότερα ταῖς προσβολαῖς ταύταις κατασκευάζει· οὕτω καὶ ψυχὴν ἁγίαν, καὶ εὐλαβείᾳ συζῶσαν, αἱ τῶν πειρασμῶν ἐπαγωγαὶ καὶ τῶν θλίψεων οὐχ ὑποσκελίζουσιν, ἀλλὰ πρὸς πλείονα ὑπομονὴν ἀλείφουσι, καθάπερ καὶ τὸν μακάριον Ἰὼβ λαμπρότερον ἐποίησαν καὶ σεμνότερον. Νῦν μὲν οὖν ἅνθρωπος ἡμῖν ὀργίζεται, ἄνθρωπος ὁμοιοπαθὴς καὶ ὁμόψυχος, καὶ δεδοίκαμεν· τότε δὲ ἐκείνῳ δαίμων πονηρὸς καὶ ἄγριος ἦν ὁ ὀργιζόμενος, καὶ οὐχ ἁπλῶς ὠργίζετο, ἀλλὰ πάντα ἐκίνει τὰ μηχανήματα, καὶ πᾶσαν προσῆγεν μαγγανείαν, καὶ οὐδὲ οὕτως ἤλεγξε τοῦ δικαίου τὴν ἀνδρείαν. Καὶ οὗτος μὲν ἄνθρωπος ὢν, νῦν μὲν ὀργίζεται, νῦν δὲ καταλλάττεται, καὶ ὅμως ἀποτεθνήκαμεν τῷ δέει· τότε δὲ διάβολος ἦν ὁ πολεμῶν ὁ μηδέποτε καταλλαττόμενος τῇ τῶν ἀνθρώπων φύσει, ἀλλὰ πόλεμον ἄσπονδον καὶ μάχην ἀκήρυκτον πρὸς τὸ γένος ἡμῶν ἀράμενος· ἀλλ' ὅμως κατεγέλασεν αὐτοῦ τῶν βελῶν ὁ δίκαιος. Τίνα οὖν ἂν ἔχοιμεν ἀπολογίαν, ἢ ποίαν συγγνώμην, οὕτως ἀνθρώπινον πειρασμὸν οὐ φέροντες οἱ τοσαῦτα φιλοσοφοῦντες ἐν τῇ χάριτι, τοῦ πρὸ τῆς χάριτος καὶ τῆς Παλαιᾶς Διαθήκης οὕτω τὸν ἀφόρητον πόλεμον ἐκεῖνον ἐνεγκόντος γενναίως; Ταῦτα οὖν ἀεὶ διαλεγώμεθα, ἀγαπητοὶ, πρὸς ἀλλήλους, καὶ διὰ τούτων ἑαυτοὺς παρακαλῶμεν τῶν λόγων· Καὶ γὰρ ὑμεῖς μάρτυρες, καὶ τὸ συνειδὸς τὸ ὑμέτερον, ὅσον ἀπὸ τοῦ πειρασμοῦ τούτου τὸ κέρδος ἐσχήκαμεν· ὁ ἀκόλαστος σώφρων ἐγένετο νῦν, ὁ θρασὺς ἐπιεικέστερος, ὁ ῥᾴθυμος σπουδαῖος, οἱ μηδέποτε ἐκκλησίαν ἰδόντες, ἀλλ' ἐν θεάτροις προσεδρεύοντες, ἐν ἐκκλησίᾳ διημερεύουσι νῦν. Διὰ ταῦτα οὖν ἀλγεῖς, εἰπέ μοι, ὅτι σε σπουδαῖον τῷ φόβῳ ἐποίησεν ὁ Θεός; ὅτι σε τῇ θλίψει πρὸς αἴσθησιν τῆς σεαυτοῦ σωτηρίας ἤγαγεν; Ἀλλ' ὀδυνᾶταί σου τὸ συνειδός; ἀλλὰ τιτρώσκεταί σου καθ' ἑκάστην ἡμέραν ἡ διάνοια θάνατον προσδοκῶσα, καὶ ἀπειλὴν μεγίστην; Ἀλλὰ καὶ ἐντεῦθεν ἡμῖν πολλὴ πρὸς ἀρετὴν ἐπίδοσις ἔσται, ἐπιτεινομένης ἡμῖν τῆς εὐλαβείας διὰ τῆς ἀγωνίας. Δυνατὸς μὲν γὰρ ὁ Θεὸς ἅπαντα λῦσαι σήμερον τὰ δεινά· ἀλλ' ἕως ἂν ἴδῃ καθαρθέντας ἡμᾶς, ἕως ἂν ἴδῃ γενομένην ἐπιστροφὴν, καὶ μετάνοιαν παγίαν καὶ ἄσειστον, οὐ καταλύει τὴν θλῖψιν. Καὶ γὰρ ὁ χρυσοχόος, ἕως ἂν ἴδῃ τὸ χρυσίον καλῶς ἐκκαθαρθὲν, οὐκ ἀνασπᾷ τοῦ χωνευτηρίου· οὕτω καὶ ὁ Θεὸς οὐ παράγει τοῦτο τὸ νέφος, ἕως ἂν ἡμᾶς σωφρονίσῃ καλῶς. Ὁ γὰρ συγχωρήσας τὸν πειρασμὸν, αὐτὸς οἶδε καὶ τὸν καιρὸν τῆς λύσεως τοῦ πειρασμοῦ. Οὕτω καὶ ὁ κιθαρῳδὸς οὔτε ἐπιτείνει τὴν νευρὰν, ἵνα μὴ διαῤῥήξῃ, οὔτε χαλᾷ πέρα τοῦ μέτρου, ἵνα μὴ λυμήνηται τὴν συμφωνίαν τῆς ἁρμονίας· οὕτω καὶ ὁ Θεὸς ποιεῖ, οὔτε ἐν ἀνέσει διηνεκεῖ, οὔτε ἐν θλίψει μακρᾷ τὴν ἡμετέραν καθίστησι ψυχὴν, κατὰ τὴν αὐτοῦ σύνεσιν ἀμφότερα ταῦτα ποιῶν. Οὐκ ἀφίησι μὲν γὰρ διηνεκοῦς ἀνέσεως ἀπολαύειν, ἵνα μὴ γενώμεθα ῥᾳθυμότεροι· οὐκ ἀφίησι δὲ ἐν θλίψει συνεχεῖ εἶναι πάλιν, ἵνα μὴ καταπέσωμεν μηδὲ ἀπαγορεύσωμεν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg024.local001/.
