# Ad populum Antiochenum (homiliae 1-21) 2.1-7

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21), Προτροπὴ εἰς ἀρετήν· καὶ εἰς τὸ, Περιεπάτει ὁ Θεὸς τὸ δειλινὸν ἐν τῷ παραδείσῳ· καὶ περὶ τοῦ φεύγειν τοὺς ὅρκους.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/ad-populum-antiochenum-homiliae-1-21/2.1-7

Τοιοῦτον γὰρ ἡ ἁμαρτία· οὐδενὸς ἐλέγχοντος προδίδωσιν, οὐδενὸς κατηγοροῦντος καταδικάζει, καὶ ψοφοδεῆ ποιεῖ καὶ δειλὸν τὸν ἡμαρτηκότα· ὥσπερ οὖν ἡ δικαιοσύνη τὸ ἐναντίον. Ἄκουσον γοῦν πῶς καὶ τούτου τὴν δειλίαν, κἀκείνου τὴν παῤῥησίαν ὑπέγραψεν ἡ Γραφή· Φεύγει ὁ ἀσεβὴς, φησὶν, οὐδενὸς διώκοντος. Πῶς οὐδενὸς διώκοντος φεύγει; Ἔνδον ἔχει τὸν ἐλαύνοντα, τὸν τοῦ συνειδότος κατήγορον, καὶ τοῦτον πανταχοῦ περιφέρει· καὶ καθάπερ ἑαυτὸν οὐκ ἂν δυνηθείη φεύγειν, οὕτως οὐδὲ τὸν ἔνδοθεν αὐτὸν ἐλαύνοντα, ἀλλ' ὅπουπερ ἂν ἀπῄει, μαστίζεται καὶ τραῦμα ἀνίατον ἔχει· ἀλλ' οὐχ ὁ δίκαιος τοιοῦτος, ἀλλ' ὁποῖος, ἄκουε· Δίκαιος ὡς λέων πέποιθε. Τοιοῦτος ἦν ὁ Ἠλίας· εἶδε γοῦν τὸν βασιλέα πρὸς αὐτὸν ἐρχόμενον, καὶ εἰπόντος ἐκείνου, Ἵνα τί διαστρέφεις τὸν Ἰσραήλ; Οὐκ ἐγὼ διαστρέφω, φησὶν, ἀλλὰ σὺ καὶ ὁ οἶκος τοῦ πατρός σου. Ἀληθῶς δίκαιος ὡς λέων πέποιθε. Καθάπερ γὰρ λέων κυνιδίου τινὸς εὐτελοῦς κατεξανέστη τοῦ βασιλέως· καίτοι πορφυρίδα εἶχεν ἐκεῖνος, ἀλλ' εἶχε μηλωτὴν οὗτος, ἱμάτιον τῆς πορφυρίδος ἐκείνης σεμνότερον. Ἡ μὲν γὰρ πορφυρὶς ἐκείνη τὸν λιμὸν ἔτεκε τὸν χαλεπὸν, ἡ μηλωτὴ δὲ αὕτη τὰ δεινὰ ἔλυσεν· αὕτη τὸν Ἰορδάνην ἔσχισεν, αὕτη τὸν Ἑλισσαῖον διπλοῦν Ἠλίαν ἐποίησεν. Ὢ πόση τῶν ἁγίων ἡ ἀρετή. οὐχὶ τὰ ῥήματα αὐτῶν μόνα, οὐδὲ τὰ σώματα, ἀλλὰ καὶ αὐτὰ τὰ ἱμάτια τῇ κτίσει πάσῃ πάντοτέ ἐστιν αἰδέσιμα. Ἡ μηλωτὴ τούτου τὸν Ἰορδάνην ἔσχισε, τὰ ὑποδήματα τῶν τριῶν παίδων τὸ πῦρ κατεπάτησαν, τὸ ξύλον τοῦ Ἑλισσαίου τὰ ὕδατα μετέβαλε, καὶ σιδήριον ὑπὲρ τὴν ἐπιφάνειαν βαστάζειν ἐποίησεν· ἡ ῥάβδος Μωϋσέως τὴν Ἐρυθρὰν ἔσχισε θάλασσαν, τὴν πέτραν ἔῤῥηξε, τὰ ἱμάτια Παύλου νοσήματα ἤλασεν, ἡ σκιὰ Πέτρου θάνατον ἐφυγάδευσεν. Ἡ τέφρα τῶν ἁγίων μαρτύρων πονηροὺς ἀπελαύνει δαίμονας. Διὰ τοῦτο μετ' ἐξουσίας ἅπαντα πράττουσι, καθάπερ καὶ ὁ Ἠλίας· οὐ γὰρ δὴ ἑώρα τὸ διάδημα καὶ τὴν ἔξωθεν φαντασίαν τοῦ βασιλέως, ἀλλ' ἑώρα τὴν ψυχὴν ῥάκια περιβεβλημένην, αὐχμῶσαν, ῥυπῶσαν, καὶ καταδίκου παντὸς ἀθλιώτερον διακειμένην· καὶ ἰδὼν αὐτὸν αἰχμάλωτον καὶ δοῦλον ὄντα τῶν παθῶν, κατεφρόνησεν αὐτοῦ τῆς ἀρχῆς. Καθάπερ γὰρ ἐπὶ τῆς σκηνῆς, ἀλλ' οὐκ ἐπὶ τῆς ἀληθείας ἐδόκει βασιλέα βλέπειν. Τί γὰρ ὄφελος τῆς ἔξωθεν εὐπορίας, ὅταν ἔνδον πενία τοσαύτη ᾖ; τί δὲ βλάβος τῆς ἔξωθεν πενίας, ὅταν ἔνδον τοσοῦτος ἀποκέηται πλοῦτος; Τοιοῦτος ἦν λέων καὶ ὁ μακάριος Παῦλος· εἰσελθὼν γὰρ εἰς τὸ δεσμωτήριον καὶ βοήσας μόνον, τὰ θεμέλια πάντα ἔσεισε, τὰ δεσμὰ κατέφαγεν, οὐκ ὀδοῦσι χρησάμενος, ἀλλὰ ῥήμασι· διόπερ οὐχὶ λέοντας αὐτοὺς μόνον, ἀλλὰ καὶ ἕτερόν τι πλέον λεόντων χρὴ καλεῖν. Ὁ μὲν γὰρ λέων εἰς δίκτυα πολλάκις ἐμπεσὼν ἁλίσκεται· οἱ δὲ ἅγιοι δεθέντες, τότε ἰσχυρότεροι γίνονται· καθάπερ καὶ ὁ μακάριος οὗτος ἐπὶ τοῦ δεσμωτηρίου τότε ἐποίησε, τοὺς δεσμώτας λύσας, τοὺς τοίχους σαλεύσας, τὸν δεσμοφύλακα δήσας, καὶ τῷ τῆς εὐσεβείας χειρωσάμενος λόγῳ. Ὁ λέων φθέγγεται, καὶ τὰ θηρία φυγαδεύει πάντα· ὁ ἅγιος φθέγγεται, καὶ τοὺς δαίμονας ἀπελαύνει πάντοθεν· ὅπλα τοῦ λέοντος κόμη τριχῶν, ὀνύχων ἀκμὴ, καὶ ὀδόντες ἠκονημένοι· ὅπλα δικαίου φιλοσοφία, καρτερία, ὑπομονὴ, ὑπεροψία τῶν παρόντων ἁπάντων. Ταῦτα τὰ ὅπλα τις ἔχων, οὐκ ἀνθρώπων μόνον πονηρῶν, ἀλλὰ καὶ αὐτῶν καταγελάσεται τῶν ἀντικειμένων δυνάμεων. Φρόντισον τοίνυν τῆς κατὰ Θεὸν ζωῆς, ἄνθρωπε, καὶ οὐδεὶς περιέσεται σοῦ ποτε, ἀλλὰ κἂν ἁπάντων εὐτελέστερος εἶναι δοκῇς, πάντων δυνατώτερος ἔσῃ· ὥσπερ ἂν ἀμελήσῃς τῆς κατὰ ψυχὴν ἀρετῆς, κἂν ἁπάντων δυνατώτερος ᾖς, εὐχείρωτος ἔσῃ τοῖς ἐπιβουλεύουσιν ἅπασι. Καὶ τοῦτο ἔδειξε μὲν τὰ εἰρημένα παραδείγματα· εἰ δὲ βούλει καὶ δι' ἔργων σε διδάξαι πειράσομαι τῶν δικαίων τὸ ἀκαταγώνιστον καὶ τῶν ἁμαρτωλῶν τὸ εὐχείρωτον. Ἄκουσον γοῦν πῶς ἀμφότερα ταῦτα ὁ προφήτης ᾐνίξατο· Οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτω, φησὶν, ἀλλ' ἢ ὡσεὶ χνοῦς, ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς. Καθάπερ γὰρ ἐκεῖνος ταῖς τῶν ἀνέμων ἐμβολαῖς πρόκειται ῥᾳδίως ἀναῤῥιπιζόμενος, οὕτω δὴ καὶ ὁ ἁμαρτωλὸς ὑπὸ παντὸς πειρασμοῦ περιτρέπεται. Ὅταν γὰρ αὐτὸς ἑαυτῷ πολεμῇ, καὶ τὴν μάχην πανταχοῦ περιφέρῃ, ποία αὐτῷ σωτηρίας ἐλπὶς οἴκοθεν προδεδομένῳ, καὶ διηνεκῆ πολέμιον περιάγοντι τὸ συνειδός; Ἀλλ' οὐχ ὁ δίκαιος τοιοῦτος, ἀλλὰ ποταπός; Ἄκουσον τοῦ αὐτοῦ προφήτου λέγοντος· Οἱ πεποιθότες ἐπὶ Κύριον ὡς ὄρος Σιών. Τί ποτ' οὖν ἐστιν, Ὡς ὄρος Σιών; Οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα, φησί. Καὶ γὰρ ὅσα ἂν προσενέγκῃς μηχανήματα, ὅσα ἂν ἀκοντίσῃς βέλη, ὄρος καταστρέψαι βουλόμενος, ἐκείνου μὲν οὐδέποτε περιέσῃ (πῶς γάρ;), τὰ δὲ μηχανήματα διαλύσεις ἅπαντα, καὶ τὴν σεαυτοῦ καταλύσεις ἰσχύν. Τοιοῦτός ἐστι καὶ ὁ δίκαιος· ὅσας ἂν δέξηται πληγὰς, αὐτὸς μὲν οὐδὲν ἔπαθε δεινὸν, τῶν δὲ ἐπιβουλευόντων καταλύει τὴν δύναμιν, οὐκ ἀνθρώπων δὲ μόνον, ἀλλὰ καὶ δαιμόνων αὐτῶν. Ἤκουσας γοῦν πολλάκις πόσα προσήγαγε μηχανήματα τῷ Ἰὼβ ὁ διάβολος, καὶ οὐ μόνον οὐ κατέσεισεν ἐκεῖνο τὸ ὄρος, ἀλλὰ καὶ ἐκλυθεὶς ἀνεχώρησε, τῶν βελῶν αὐτοῦ κατακλασθέντων, καὶ τῶν μηχανημάτων γενομένων ἀχρήστων ἀπὸ τῆς προσβολῆς ἐκείνης.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg024.local001/.
