# Ad populum Antiochenum (homiliae 1-21) 3.1-12

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21), Εὐχαριστία ἔτι πρὸς τὸν Θεὸν περὶ τῆς μεταβολῆς τῶν σκυθρωπῶν· καὶ ἀνάμνησις τῶν διὰ τὴν στάσιν διασυρέντων καὶ τιμωρηθέντων· ὁμοίως δὲ πάλιν ἐξήγησις περὶ τῆς τοῦ ἀνθρώπου δημιουργίας, καὶ ὅτι φυσικὸν νόμον ἐδέξατο· καὶ περὶ τοῦ τελείως κατορθῶσαι τὸ μὴ ὀμνύειν. Ὁμιλία ιγʹ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/ad-populum-antiochenum-homiliae-1-21/3.1-12

Ἱκανῶς μὲν οὖν καὶ πρώην ἡμῖν ὁ λόγος ἀπέδειξεν, ὅτι φυσικὸς ἡμῖν ἔγκειται νόμος τῶν καλῶν καὶ τῶν οὐ τοιούτων· ἵνα δὲ ἐκ περιουσίας ἡμῖν ἡ ἀπόδειξις γένηται, τῇ αὐτῇ καὶ σήμερον ἐπαγωνιούμεθα πάλιν ὑποθέσει τῶν λόγων. Ὅτι γὰρ ἐξ ἀρχῆς τὸν ἄνθρωπον πλάττων ὁ Θεὸς ἀμφοτέρων αὐτὸν ἐπιστημονικὸν ἐποίησε, δηλοῦσι πάντες ἄνθρωποι· τοὺς γοῦν ὑπευθύνους ἡμῖν αἰσχυνόμεθα ἁμαρτάνοντες ἅπαντες, καὶ πολλάκις δεσπότης πρὸς πόρνην γυναῖκα βαδίζων, εἶτα τῶν ἐπιεικεστέρων τινὰ οἰκετῶν ἰδὼν, ἐρυθριάσας ἀνεχώρησε τῆς ἀτόπου ταύτης ὁδοῦ. Πάλιν λοιδορούμενοι παρ' ἑτέρων τὰ τῆς πονηρίας ὀνόματα, ὕβριν τὸ πρᾶγμα εἶναί φαμεν· κἂν κακῶς πάσχωμεν, εἰς δικαστήριον ἕλκομεν τοὺς ποιήσαντας. Οὕτως ἵσμεν τί μὲν κακία, τί δὲ ἀρετή. Τοῦτο γοῦν αὐτὸ καὶ ὁ Χριστὸς ἐμφαίνων καὶ δεικνὺς, ὅτι οὐδὲν ξένον οὐδὲ ὑπερβαῖνον ἡμῶν τὴν φύσιν νομοθετεῖ, ἀλλ' ὃ πάλαι προλαβὼν ἐγκατέθηκεν ἡμῶν τῷ συνειδότι, μετὰ τοὺς πολλοὺς ἐκείνους μακαρισμοὺς οὕτως ἔλεγεν· Ἃ θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, ταῦτα καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς. Οὐ χρεία πολλῶν λόγων, φησὶν, οὐδὲ μακροτέρων νόμων, οὐδὲ διδασκαλίας ποικίλης· τὸ θέλημά σου γενέσθω νόμος. Θέλεις εὐεργετεῖσθαι; εὐεργέτησον ἕτερον. Θέλεις ἐλεεῖσθαι; ἐλέησον τὸν πλησίον. Θέλεις ἐπαινεῖσθαι; ἐπαίνεσον ἕτερον. Θέλεις ἀγαπᾶσθαι; φίλησον. Θέλεις τῶν πρωτείων ἀπολαύειν, παραχώρησον ἑτέρῳ πρότερον τούτων. Σὺ γενοῦ δικαστὴς, σὺ γενοῦ νομοθέτης τῆς σαυτοῦ ζωῆς. Καὶ πάλιν· Ὃ μισεῖς, ἄλλῳ μὴ ποιήσῃς. Διὰ μὲν τούτου τῆς κακίας εἰσάγει τὴν ἀπαλλαγὴν, διὰ δὲ τοῦ προτέρου τῆς ἀρετῆς τὴν ἐργασίαν. Ὃ μισεῖς, ἄλλῳ μὴ ποιήσῃς. Μισεῖς ὑβρίζεσθαι; μὴ ὑβρίσῃς ἕτερον. Μισεῖς βασκαίνεσθαι; μηδὲ σὺ φθονήσῃς ἑτέρῳ. Μισεῖς ἀπατᾶσθαι; μηδὲ σὺ ἀπατήσῃς ἄλλον. Καὶ ἐπὶ πάντων δὲ ἁπλῶς, ἂν τὰ δύο ῥήματα ταῦτα κατέχωμεν, οὐ δεησόμεθα διδασκαλίας ἑτέρας. Τῆς γὰρ ἀρετῆς τὴν μὲν γνῶσιν ἐνέθηκεν ἡμῶν τῇ φύσει, τὴν δὲ πρᾶξιν καὶ τὴν διόρθωσιν ἐπέτρεψεν ἡμῶν τῇ προαιρέσει. Τάχα ἀσαφὲς τὸ λεγόμενον· οὐκοῦν πειράσομαι σαφέστερον αὐτὸ ποιῆσαι πάλιν. Ὥστε εἰδέναι ὅτι καλὸν τὸ σωφρονεῖν, οὐ δεόμεθα λόγων, οὐδὲ διδασκαλίας· ἔχομεν γὰρ ἐν τῇ φύσει τὴν γνῶσιν αὐτοὶ, καὶ οὐ χρεία πόνων οὐδὲ καμάτων, ὥστε περιελθεῖν καὶ ζητῆσαι εἰ καλὸν ἡ σωφροσύνη καὶ χρήσιμον, ἀλλὰ κοινῇ γνώμῃ πάντες ὁμολογοῦμεν τοῦτο, καὶ οὐδεὶς ἀμφιβάλλει περὶ τῆς ἀρετῆς. Οὕτω καὶ τὴν μοιχείαν κακὸν εἶναι νομίζομεν, καὶ οὐδὲ ἐνταῦθα πόνων ἡμῖν δεῖ καὶ μαθήσεως, ὥστε γνῶναι τὴν τῆς ἁμαρτίας ταύτης κακίαν· ἀλλὰ πάντες ἐν ταῖς τοιαύταις ψήφοις ἐσμὲν αὐτοδίδακτοι, καὶ τὴν ἀρετὴν, κἂν μὴ μετίωμεν αὐτὴν, ἐπαινοῦμεν, ὥσπερ οὖν τὴν κακίαν, κἂν ἐργαζώμεθα, μισοῦμεν. Καὶ τοῦτο Θεοῦ κατόρθωμα γέγονε μέγιστον, ὥστε τὸ συνειδὸς ἡμῶν καὶ τὴν προαίρεσιν τέως καὶ πρὸ τῆς πράξεως οἰκειῶσαι μὲν τῇ ἀρετῇ, ἐκπολεμῶσαι δὲ τῇ πονηρίᾳ. Ὥσπερ οὖν ἔφην, ἡ μὲν γνῶσις ἑκατέρων τούτων ἔγκειται τῷ συνειδότι πάντων ἀνθρώπων, καὶ οὐ δεόμεθα διδασκάλου τινὸς πρὸς τὸ ταῦτα μαθεῖν· ἡ δὲ διόρθωσις λοιπὸν προαιρέσει καὶ σπουδῇ καὶ πόνοις ἐγκεχείρισται. Τί δήποτε; Ὅτι εἰ τὸ πᾶν τῆς φύσεως ἐποίησεν, ἀστεφάνωτοι καὶ χωρὶς βραβείων ἀπήλθομεν ἄν· καὶ ὥσπερ τὰ ἄλογα τῶν πλεονεκτημάτων ὧν ἔχει κατὰ φύσιν, οὐκ ἂν λάβοι μισθὸν οὐδὲ ἔπαινον· οὕτως οὐδὲ ἡμεῖς ἀπελαύσαμεν ἄν τινος τούτων. Τὰ γὰρ τῆς φύσεως πλεονεκτήματα οὐ τῶν ἐχόντων, ἀλλὰ τοῦ δεδωκότος ἐστὶν ἔπαινος καὶ ἐγκώμιον. Τῇ μὲν οὖν φύσει τὸ πᾶν οὐκ ἐπέτρεψε διὰ τοῦτο· πάλιν τὴν προαίρεσιν ὁλόκληρον ἀναδέξασθαι τὸ φορτίον οὐκ εἴασε, καὶ τὸ τῆς γνώσεως, καὶ τὸ τῆς διορθώσεως, ἵνα μὴ πρὸς τὸν πόνον ἀπαγορεύσῃ τῆς ἀρετῆς· ἀλλ' ὑπαγορεύει μὲν αὐτῇ τὸ συνειδὸς τὰ πρακτέα, πρὸς δὲ τὴν ἐργασίαν αὐτὴ τοὺς παρ' ἑαυτῆς εἰσφέρει πόνους. Καὶ ὅτι μὲν καλὸν τὸ σωφρονεῖν μηδὲν καμόντες ἐπιστάμεθα· τῆς φύσεως γὰρ ἡ γνῶσις· σωφροσύνην δὲ οὐκ ἂν δυνηθείημεν κατορθῶσαι μὴ καμόντες μηδὲ τὴν ἐπιθυμίαν χαλινώσαντες καὶ πολὺν ὑποστάντες πόνον. Τοῦτο γὰρ οὐκ ἔτι ἐκ φύσεως ἡμῖν πρόσεστι, καθάπερ ἡ γνῶσις, ἀλλὰ δεῖται προθυμίας καὶ σπουδῆς. Οὐ ταύτῃ δὲ μόνον ἐπεκούφισεν ἡμῖν τὸ βάρος, ἀλλὰ καὶ ἐτέρῳ τρόπῳ πάλιν, καὶ αὐτῶν τῶν κατορθωμάτων ἔνια φυσικὰ ἀφεὶς εἶναι ἐν ἡμῖν. Καὶ γὰρ τὸ συναγανακτεῖν τοῖς ὑβριζομένοις φυσικὸν ἅπαντες ἔχομεν (εὐθέως οὖν τοῖς ἐπηρεάζουσιν ἐχθροὶ γινόμεθα, κἂν μηδὲν ὦμεν αὐτοὶ πεπονθότες), καὶ τὸ συνήδεσθαι τοῖς ἀντιλήψεως καὶ βοηθείας ἀπολαύουσι, καὶ τὸ κατακλᾶσθαι ἐπὶ ταῖς ἑτέρων συμφοραῖς καὶ τῇ φιλοστοργίᾳ τῇ πρὸς ἀλλήλους. Κἂν γὰρ πραγμάτων περιστάσεις δοκῶσι μικροψυχίαν τινὰ εἰσάγειν, ἀλλ' ὅμως ἔχομεν κοινὸν πρὸς ἀλλήλους φίλτρον. Καὶ τοῦτό τις σοφὸς αἰνιττόμενος ἔλεγε· Πᾶν ζῶον ἀγαπᾷ τὸ ὅμοιον αὐτῷ, καὶ ἄνθρωπος τὸν πλησίον αὐτοῦ.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg024.local001/.
