# Ad populum Antiochenum (homiliae 1-21) 3.1-15

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21), Φημισθείσης εἰς τὸν ἄρχοντα πραίδας, καὶ πάντων περὶ φυγῆς βουλευομένων, τοῦ ἄρχοντος εἰσελθόντος εἰς τὴν ἐκκλησίαν καὶ παρακαλέσαντος, ἐλέχθη ἡ παροῦσα ὁμιλία· καὶ περὶ τοῦ μὴ ὀμνύναι· καὶ εἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου, Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ. Ὁμιλία ιϛʹ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/ad-populum-antiochenum-homiliae-1-21/3.1-15

Ἀλλὰ περὶ μὲν τούτων ἅλις· φέρε δὲ μίαν ῥῆσιν ἐκ τῶν σήμερον ἀναγνωσθέντων παραθέντες ὑμῖν, καταπαύσωμεν τὸν λόγον· Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ, φησὶ, καὶ Τιμόθεος ὁ ἀδελφός. Μέγας ὁ τοῦ Παύλου χρηματισμὸς, οὐκ ἀρχῆς καὶ τιμῆς ὄνομα, ἀλλὰ δεσμὰ καὶ ἁλύσεις· ἀληθῶς μέγας· καίτοι πολλὰ αὐτὸν ἕτερα λαμπρὸν ποιεῖ, τὸ εἰς οὐρανὸν ἁρπαγῆναι τρίτον, τὸ εἰς παράδεισον ἀπενεχθῆναι, τὸ ἀκοῦσαι ἄῤῥητα ῥήματα· ἀλλ' οὐδὲν τούτων ἔθηκεν, ἀλλ' ἀντὶ πάντων τὴν ἅλυσιν· αὕτη γὰρ αὐτὸν ἐκείνων ἐπιφανέστερον ἐποίει καὶ λαμπρότερον. Τί δήποτε; Ὅτι ἐκεῖνα μὲν τῆς τοῦ Δεσπότου φιλανθρωπίας ἐστὶ χαρίσματα, ταῦτα δὲ τῆς καρτερίας τοῦ δούλου, καὶ τῆς ὑπομονῆς δείγματα· ἔθος δὲ τοῖς φιλοῦσιν ἐπ' ἐκείνοις μᾶλλον φρονεῖν, ἐφ' οἷς ἂν πάσχωσιν ὑπὲρ τῶν φιλουμένων, ἢ ἐφ' οἷς ἂν εὐεργετῶνται παρ' αὐτῶν. Οὐχ οὕτω βασιλεὺς ἐπὶ τῷ διαδήματι ἐναβρύνεται, ὡς ἐκεῖνος ἐπὶ τοῖς δεσμοῖς ἐκαλλωπίζετο· καὶ μάλα εἰκότως. Διάδημα μὲν γὰρ κόσμον μόνον φέρει τῇ στεφανουμένῃ κεφαλῇ, ἡ δὲ ἅλυσις καὶ κόσμον πολλῷ μείζονα καὶ ἀσφάλειαν. Ὁ στέφανος ὁ βασιλικὸς πολλάκις προὔδωκε τὴν περικειμένην αὐτὸν κεφαλὴν, καὶ μυρίους ἐπιβούλους ἐπεσπάσατο, καὶ εἰς τυραννίδος ἐπιθυμίαν ἐκάλεσε· καὶ ἐν πολέμοις δὲ οὕτως ἐστὶν ἐπισφαλὴς ὁ κόσμος οὗτος, ὡς κρύπτεσθαι αὐτὸν καὶ ἀποτίθεσθαι. Οἱ γοῦν βασιλεῖς ἐν πολέμοις τὸ σχῆμα ἀμείβοντες, οὕτως ἑαυτοὺς τοῖς πολεμοῦσιν ἀναμιγνύουσι· τοσαύτη ἡ προδοσία ἀπὸ τοῦ στεφάνου γίνεται. Ἡ δὲ ἅλυσις οὐδὲν τοιοῦτον προξενεῖ τοῖς ἔχουσιν, ἀλλὰ τοὐναντίον ἅπαν· ὅταν πόλεμος ᾖ καὶ παράταξις πρὸς τοὺς δαίμονας καὶ τὰς ἀντικειμένας δυνάμεις, προβαλλόμενος αὐτὴν ὁ περικείμενος ἀποκρούεται τὰς ἐκείνων ἐφόδους. Καὶ τῶν μὲν ἀρχόντων τῶν ἔξωθεν πολλοὶ οὐχ ἡνίκα ἂν ἄρχωσιν, ἀλλὰ καὶ ἡνίκα ἂν παραλυθῶσι τῆς ἀρχῆς, περιφέρουσιν αὐτῆς τὸ ὄνομα. Ὁ δεῖνα ἐξ ὑπάτων λέγοντες, ὁ δεῖνα ἐξ ὑπάρχων· οὗτος δὲ ἀντὶ πάντων τούτων, Παῦλος δέσμιος, φησί· καὶ μάλα εἰκότως. Ἐκεῖναι μὲν γὰρ αἱ ἀρχαὶ οὐ πάντως εἰσὶ τῆς κατὰ ψυχὴν ἀρετῆς ἀποδείξεις· χρημάτων γάρ εἰσιν ὠνηταὶ, καὶ φίλων κολακείας δέονται· αὕτη δὲ ἡ ἀρχὴ ἡ ἀπὸ τῶν δεσμῶν τῆς κατὰ ψυχὴν φιλοσοφίας ἐστὶν ἔνδειγμα, καὶ τοῦ περὶ τὸν Χριστὸν πόθου τεκμήριον μέγιστον· κἀκεῖναι μὲν ἀποπηδῶσι ταχέως, αὕτη δὲ οὐκ ἔχει τὸν διαδεξόμενον ἡ ἀρχή. Ἰδοὺ γοῦν ἐξ ἐκείνου μέχρι νῦν πόσος διαγέγονε χρόνος, καὶ λαμπρότερον τὸ ὄνομα τοῦ δεσμίου γέγονε τούτου· καὶ ὕπατοι μὲν ἅπαντες, ὅσοι γεγόνασιν ἐν τοῖς ἔμπροσθεν χρόνοις, σεσίγηνται καὶ οὐδὲ ἐκ προσηγορίας εἰσὶ γνώριμοι τοῖς πολλοῖς· τὸ δὲ τοῦ δεσμίου τούτου ὄνομα τοῦ μακαρίου Παύλου πολὺ μὲν ἐνταῦθα, πολὺ δὲ ἐν τῇ βαρβάρων χώρᾳ, πολὺ δὲ παρὰ Σκύθαις καὶ Ἰνδοῖς, κἂν πρὸς αὐτὰ τῆς οἰκουμένης ἔλθῃς τὰ πέρατα, ταύτης ἀκούσῃ τῆς προσηγορίας, καὶ ὅπουπερ ἄν τις ἀφίκηται, Παῦλον πανταχοῦ ἐν τοῖς ἁπάντων στόμασι περιφερόμενον εἴσεται. Καὶ τί θαυμαστὸν, εἰ ἐν γῇ καὶ θαλάττῃ, ὅπου γε καὶ ἐν τοῖς οὐρανοῖς πολὺ τὸ ὄνομα Παύλου παρὰ τοῖς ἀγγέλοις, παρὰ τοῖς ἀρχαγγέλοις καὶ ταῖς ἄνω δυνάμεσι καὶ τῷ τούτων βασιλεῖ Θεῷ; Καὶ ποταπὰ ἦν ἐκεῖνα, φησὶ, τὰ δεσμὰ, ὅτι τοσαύτην ἤνεγκε τῷ δεδεμένῳ τὴν δόξαν; οὐκ ἀπὸ σιδήρου κατεσκεύαστο; Ἀπὸ σιδήρου μὲν κατεσκεύαστο, ἀλλὰ πολλὴν εἶχεν ἐπανθοῦσαν τοῦ Πνεύματος τὴν χάριν, ἐπειδὴ διὰ τὸν Χριστὸν αὐτὰ περιέκειτο. Ὢ τοῦ θαύματος. οἱ δοῦλοι ἐδέθησαν, ὁ Δεσπότης ἐσταυρώθη, καὶ τὸ κήρυγμα καθ' ἑκάστην αὔξεται τὴν ἡμέραν, καὶ διὰ πραγμάτων, δι' ὧν ἐνομίζετο κωλύεσθαι, διὰ τούτων ἀνήφθη· καὶ σταυρὸς, καὶ δεσμὰ, ἅπερ ἐδόκει βδέλυγμα εἶναι, ταῦτα νῦν σωτηρίας σύμβολα γέγονε, καὶ παντὸς χρυσίου τὸ σιδήριον ἐκεῖνο ἡμῖν τιμιώτερον ἦν, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν αἰτίαν ταύτην καὶ τὴν ὑπόθεσιν. Ἀλλ' ὁρῶ τι καὶ ζήτημα τικτόμενον ἡμῖν ἐντεῦθεν· κἂν προσέχητε μετὰ ἀκριβείας, καὶ τὸ ζητούμενον ἐρῶ, καὶ τὴν λύσιν προσθήσω. Τί ποτ' οὖν ἐστι τὸ ζητούμενον; Εἰσελθὼν οὗτος ὁ Παῦλός ποτε πρὸς τὸν Φῆστον, καὶ διαλεγόμενος αὐτῷ, καὶ ἀπολογούμενος περὶ τῶν ἐγκλημάτων ὧν ἐπήγαγον οἱ Ἰουδαῖοι, καὶ λέγων πῶς εἶδε τὸν Ἰησοῦν, πῶς ἤκουσε τῆς μακαρίας ἐκείνης φωνῆς, πῶς διὰ πηρώσεως ἀνέβλεψε, πῶς ἔπεσε καὶ ἀνέστη, πῶς εἰσῆλθεν αἰχμάλωτος εἰς Δαμασκὸν χωρὶς δεσμῶν δεδεμένος, καὶ περὶ προφητῶν καὶ νόμου διαλεχθεὶς, καὶ δείξας ὅτι κἀκεῖνοι προεῖπον ταῦτα ἅπαντα, εἷλε τὸν δικάζοντα, καὶ σχεδὸν ἔπεισε πρὸς ἑαυτὸν μεταστῆναι.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg024.local001/.
