Ancient Greek · ~16 min
Παράκλησις πρὸς τὸν λαὸν περὶ καρτερίας καὶ ὑπομονῆς ἐκ παραδειγμάτων τοῦ τε Ἰὼβ καὶ τῶν τριῶν παίδων· καὶ περὶ τῆς τῶν ὅρκων ἀποχῆς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21) 3.1-3
Not analysed yet
Αὐτῷ τοίνυν παραχωρῶμεν τὸν καιρὸν τῆς ἀπαλλαγῆς τῶν δεινῶν, ἡμεῖς δὲ εὐχώμεθα μόνον, ἡμεῖς ἐν εὐλαβείᾳ ζήσωμεν. Ἡμῶν μὲν γὰρ ἔργον τὸ μεταβαλέσθαι πρὸς ἀρετὴν, τοῦ Θεοῦ δὲ ἔργον τὸ λῦσαι τὰ δεινά· καὶ γὰρ σοῦ τοῦ πειραζομένου μᾶλλον αὐτὸς βούλεται σβέσαι τὴν πυρὰν ταύτην, ἀλλ' ἀναμένει σου τὴν σωτηρίαν Ὥσπερ οὖν ἐξ ἀνέσεως ἐγένετο θλῖψις, οὕτω καὶ ἀπὸ θλίψεως ἄνεσιν χρὴ προσδοκᾷν. Οὐδὲ γὰρ ἀεὶ χειμὼν οὐδὲ ἀεὶ θέρος, οὐκ ἀεὶ κύματα οὐδὲ ἀεὶ γαλήνη, οὐκ ἀεὶ νὺξ οὐδὲ ἀεὶ ἡμέρα· οὕτως οὐδὲ ἀεὶ θλῖψις, ἀλλ' ἔσται καὶ ἄνεσις, μόνον ἐὰν ἐν τῇ θλίψει διαπαντὸς εὐχαριστῶμεν τῷ Θεῷ Καὶ γὰρ οἱ τρεῖς παῖδες εἰς κάμινον ἐνεβλήθησαν, καὶ οὐδὲ οὕτως ἐπελάθοντο τῆς εὐλαβείας, οὐδὲ ἐφόβησεν αὐτοὺς ἡ φλὸξ, ἀλλὰ τῶν ἐν θαλάμῳ καθημένων, καὶ μηδὲν πασχόντων δεινὸν, σπουδαιότερον τῷ πυρὶ κυκλούμενοι, τὰς ἱερὰς ἐκείνας ἀνέπεμπον εὐχάς. Διὰ τοῦτο τεῖχος αὐτοῖς ἐγένετο τὸ πῦρ, καὶ στολὴ ἡ φλὸξ, καὶ πηγὴ ἡ κάμινος, καὶ δεδεμένους λαβοῦσα λελυμένους ἀπέδωκεν· ἔλαβε θνητὰ σώματα, καὶ ὡς ἀθανάτων ἀπέσχετο· οὐκ ἔγνω τὴν φύσιν, ἀλλ' ᾐδέσθη τὴν εὐλάβειαν· ἔδησε τοὺς πόδας ὁ τύραννος, καὶ ἔδησαν οἱ πόδες τοῦ πυρὸς τὴν ἐνέργειαν. Ὢ παραδόξου πράγματος. τοὺς δεδεμένους ἔλυσεν ἡ φλὸξ, καὶ αὐτὴ λοιπὸν ὑπὸ τῶν δεδεμένων ἐδέδετο· μετέβαλε γὰρ τῶν πραγμάτων τὴν φύσιν τῶν νεανίσκων ἡ εὐλάβεια, μᾶλλον δὲ οὐ τὴν φύσιν μετέβαλεν, ἀλλ' ὃ πολλῷ θαυμαστότερον ἦν, μενούσης τῆς φύσεως τὴν ἐνέργειαν ἔστησεν. Οὐ γὰρ ἔσβεσε τὸ πῦρ, ἀλλὰ καιόμενον ἀργὸν ἐποίησε· καὶ τὸ δὴ θαυμαστὸν καὶ παράδοξον, οὐκ ἐπὶ τῶν σωμάτων τοῦτο τῶν ἁγίων ἐγένετο μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἱματίων αὐτῶν, καὶ ἐπὶ τῶν ὑποδημάτων· καὶ καθάπερ ἐπὶ τῶν ἀποστόλων, τὰ ἱμάτια Παύλου νοσήματα καὶ δαίμονας ἤλαυνε, καὶ αἱ σκιαὶ Πέτρου θάνατον ἐφυγάδευον· οὕτω δὴ καὶ ἐνταῦθα τῶν παίδων τούτων τὰ ὑποδήματα τὴν τοῦ πυρὸς δύναμιν ἔσβεσεν. Οὐκ οἶδα πῶς εἴπω· τὸ γὰρ θαῦμα πᾶσαν ὑπερβαίνει λόγου διήγησιν. Καὶ γὰρ ἔσβεστο ἡ ἐνέργεια, καὶ οὐκ ἔσβεστο· ὅτε μὲν γὰρ τοῖς σώμασιν ὡμίλει τῶν ἁγίων ἐκείνων, ἔσβεστο· ὅτε δὲ τὰ δεσμὰ διαῤῥῆξαι ἔδει, οὐκ ἔσβεστο· τὰ γοῦν δεσμὰ διέῤῥηξε, καὶ τῶν ἀστραγάλων οὐχ ἥψατο. Εἶδες πόση ἡ ἐγγύτης; Καὶ οὐκ ἠπατήθη τὸ πῦρ. οὐδὲ ἐνδοτέρω τῶν δεσμῶν προελθεῖν ἐτόλμησεν. Ἔδησεν ὁ τύραννος, καὶ ἔλυσεν ἡ φλὸξ, ἵνα μάθῃς καὶ τοῦ βαρβάρου τὴν ὠμότητα καὶ τοῦ στοιχείου τὴν ὑπακοήν. Τίνος δὲ ἕνεκεν ἔδησεν, εἰς πῦρ ἐμβαλεῖν μέλλων; Ἵνα τὸ θαῦμα μεῖζον γένηται, ἵνα παραδοξότερον τὸ σημεῖον, ἵνα μὴ νομίσῃς ὀφθαλμῶν ἀπάτην εἶναι τὰ ὁρώμενα. Εἰ γὰρ μὴ πῦρ ἦν ἐκεῖνο τὸ πῦρ, οὐκ ἂν τὰ δεσμὰ κατέφαγεν· καὶ ὃ πολλῷ μεῖζον ἦν, οὐκ ἂν τοὺς ἔξωθεν στρατιώτας καθημένους ἥρπασεν· νῦν δὲ, ἐν μὲν τοῖς ἔξω τὴν δύναμιν ἐπεδείξατο, ἐν δὲ τοῖς ἔνδον τὴν ὑπακοὴν ἔδειξε. Σὺ δέ μοι σκόπει πανταχοῦ, πῶς ὁ διάβολος δι' ὧν πολεμεῖ τοῖς τοῦ Θεοῦ δούλοις, διὰ τούτων τὴν οἰκείαν δύναμιν καθαιρεῖ, οὐχ ἑκὼν, ἀλλὰ τοῦ Θεοῦ τοῦ σοφοῦ καὶ εὐμηχάνου τοῖς ὅπλοις τοῖς ἐκείνου καὶ ταῖς μεθοδείαις κατὰ τῆς ἐκείνου κεχρημένου κεφαλῆς. Ὃ δὴ καὶ ἐνταῦθα γέγονεν. Ὁ μὲν γὰρ διάβολος ἐμπνεύσας τῷ τυράννῳ τότε ἐκείνῳ, οὔτε σιδήρῳ τὰς τῶν ἁγίων ἀποτμηθῆναι κεφαλὰς ἀφῆκεν, οὔτε θηρίοις παραδοθῆναι, οὔτε ἄλλῳ τινὶ τοιούτῳ τρόπῳ κολασθῆναι· ἀλλ' εἰς τὸ πῦρ ἐμβληθῆναι, ἵνα μηδὲ τὰ λείψανα μείνῃ τῶν ἁγίων ἐκείνων, τῶν σωμάτων αὐτοῖς ἀφανισθέντων, καὶ τῆς τέφρας αὐτῶν τῇ τέφρᾳ τῶν κληματίδων ἀναμιγείσης. Ὁ δὲ Θεὸς αὐτῷ δὴ τούτῳ πρὸς ἀναίρεσιν τῆς ἀσεβείας ἐχρήσατο, καὶ πῶς, ἐγὼ λέγω. Θεὸς παρὰ τοῖς Πέρσαις εἶναι νομίζεται τὸ πῦρ. καὶ τιμῶσιν αὐτὸ μετὰ πολλῆς τῆς θεραπείας οἱ βάρβαροι οἱ τὴν χώραν ἐκείνην οἰκοῦντες ἔτι καὶ νῦν. Βουλόμενος τοίνυν ὁ Θεὸς πρόῤῥιζον ἀνελεῖν τῆς ἀσεβείας τὴν ὑπόθεσιν, συνεχώρησεν αὐτῷ τῷ τρόπῳ τῆς κολάσεως ταύτης, ἵνα κατ' ὀφθαλμοὺς τῶν θεραπευόντων αὐτὸ πάντων τοῖς αὐτοῦ δούλοις τὰ νικητήρια δῷ, διὰ τῶν ἔργων αὐτῶν πείσας αὐτοὺς, ὅτι οἱ τῶν Ἑλλήνων θεοὶ οὐχὶ τὸν Θεὸν μόνον, ἀλλὰ καὶ τοὺς τοῦ Θεοῦ δούλους δεδοίκασι.