Ancient Greek · ~16 min
Ἔπαινος τῶν μετὰ τὴν ἑστίασιν ἀπηντηκότων εἰς τὴν ἀκρόασιν· καὶ φυσιολογία κόσμου· καὶ κατὰ τῶν θεοποιούντων τὴν κτίσιν· καὶ περὶ τοῦ μὴ ὀμνύειν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21) 3.1-9
Not analysed yet
Οὐχ ὁρᾷς πῶς τοῦτο τὸ σῶμα τῆς ψυχῆς ἀποστάσης διαῤῥεῖ, καὶ μαραίνεται, καὶ ἀπόλλυται, καὶ πρὸς τὴν οἰκείαν ἕκαστον τῶν στοιχείων ἐπανέρχεται λῆξιν; Τὸ αὐτὸ δὴ τοῦτο καὶ ἐπὶ τοῦδε ἐγένετο ἂν τοῦ κόσμου, εἰ κατέλιπεν αὐτὸν ἔρημον τῆς οἰκείας προνοίας ἡ διαπαντὸς αὐτὸν κοβερνῶσα δύναμις. Εἰ γὰρ πλοῖον ἄνευ κυβερνήτου οὐ συνίσταται, ἀλλὰ καταποντίζεται εὐκόλως, ὁ κόσμος πῶς ἂν συνέστη ἐπὶ τοσοῦτον χρόνον μηδενὸς αὐτὸν κυβερνῶντος; Καὶ ἵνα μηδὲν εἴπω πλέον, νόμισον εἶναι πλοῖον τὸν κόσμον, τρόπιν ὑποκεῖσθαι τὴν γῆν, ἱστία τὸν οὐρανὸν, ἐπιβάτας τοὺς ἀνθρώπους, πέλαγος τὴν ὑποκειμένην ἄβυσσον· πῶς οὖν ἐπὶ τοσούτου χρόνου ναυάγιον οὐκ ἐγένετο; ἔασον γοῦν πλοῖον μίαν ἡμέραν χωρὶς κυβερνήτου καὶ ναυτῶν, καὶ ὄψει καταποντιζόμενον εὐθέως· ἀλλ' ὁ κόσμος οὐδὲν τοιοῦτον ἔπαθε πεντακισχίλια καὶ πολλῷ πλείονα λοιπὸν ἔτη ἔχων. Καὶ τί λέγω πλοῖον; καλύβην μικρὰν ἐπήξατό τις ἐν ταῖς ἀμπέλοις, καὶ τοῦ καρποῦ συναιρεθέντος ἀφῆκεν ἔρημον, καὶ οὐδὲ δύο πολλάκις ἡμέρας διαμένει, ἀλλὰ διαλύεται καὶ καταπίπτει ταχέως. Εἶτα καλύβη μὲν οὐκ ἂν σταίη χωρὶς τοῦ προνοοῦντος, δημιούργημα δὲ τοσοῦτον οὕτω καλὸν καὶ θαυμαστὸν, καὶ νόμοι νυκτὸς καὶ ἡμέρας, καὶ ὡρῶν ἐνηλλαγμέναι χορεῖαι, καὶ φύσεως δρόμος ποικίλος τις καὶ παντοδαπὸς ἐν γῇ καὶ θαλάττῃ, καὶ ἀέρι, καὶ οὐρανῷ, καὶ φυτοῖς, καὶ ζώοις πετομένοις, νηχομένοις, βαδίζουσιν, ἕρπουσι, καὶ ἐν τῷ πάντων ἐκείνων κυριωτέρῳ τῶν ἀνθρώπων γένει, πῶς ἂν διέμεινεν ἐπὶ τοσοῦτον ἀδιάπτωτος χρόνον χωρὶς προνοίας τινός; Μετὰ γὰρ τῶν εἰρημένων ἔπελθέ μοι τοὺς λειμῶνας τῷ λόγῳ, τοὺς παραδείσους, τὰ γένη τῶν ἀνθῶν, τὰς βοτάνας ἁπάσας, τὰς χρείας αὐτῶν, τὴν εὐωδίαν, τὰ σχήματα, τὴν θέσιν, τὰ ὀνόματα μόνον· τὰ δένδρα τὰ ἔγκαρπα, τὰ ἄκαρπα· τῶν μετάλλων τὴν φύσιν· τῶν ζώων τῶν ἐν θαλάττῃ, τῶν ἐν τῇ γῇ, τῶν νηκτῶν, τῶν ἀεροπόρων· τὰ ὄρη, τὰς νάπας, τοὺς δρυμοὺς, τὸν κάτω λειμῶνα, τὸν ἄνω λειμῶνα (καὶ γὰρ ἐν τῇ γῇ λειμὼν καὶ ἐν τῷ οὐρανῷ λειμὼν), τὰ ποικίλα τῶν ἄστρων ἄνθη, κάτω ῥόδα, ἄνω ἶρις. Βούλει καὶ ἐπὶ τῶν ὀρνίθων σοι δείξω λειμῶνα; κατάμαθε τοῦ ταὼ τὸ σῶμα τὸ ποικίλον καὶ πᾶσαν ὑπερβαῖνον βαφὴν, τοὺς πορφυρίζοντας στρουθούς. Ἐννόησόν μοι τὸ κάλλος τοῦ οὐρανοῦ πόσον ἔχει χρόνον καὶ οὐκ ἠμαυρώθη, ἀλλ' ὥσπερ σήμερον κατασκευασθεὶς, οὕτως ἐστὶν ἀποστίλβων καὶ λαμπρός· τῆς γῆς τὴν δύναμιν, πῶς οὐκ ἠτόνησεν αὐτῆς ἡ γαστὴρ τοσοῦτον τίκτουσα χρόνον. Ἐννόησόν μοι τὰς πηγὰς πῶς ἀναβλύζουσι, καὶ οὐκ ἐπέλιπον ἐξ οὗ γεγόνασι διηνεκῶς βρύουσαι καὶ ἡμέραν καὶ νύκτα πᾶσαν· ἐννόησόν μοι τὴν θάλατταν, πόσους δεχομένη ποταμοὺς οὐχ ὑπερέβη τὸ μέτρον. Ἀλλὰ μέχρι τίνος διώκομεν ἀκίχητα; Ἄξιον ἐφ' ἑκάστῳ τῶν εἰρημένων λέγειν· Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε. πάντα ἐν σοφίᾳ ἐποίησας. Ἀλλὰ τίς ὁ σοφὸς τῶν ἀπίστων λόγος, ὅταν ἅπαντα ταῦτα διέλθωμεν πρὸς αὐτοὺς, τὸ μέγεθος, τὸ κάλλος τῆς κτίσεως, τὴν δαψίλειαν, τὴν ἀφθονίαν τὴν ἐν ἅπασιν; Αὐτὸ μὲν οὖν τοῦτο μάλιστά ἐστιν ἔγκλημα, φησὶν, ὅτι οὔτω καλὸν καὶ μέγαν τὸν κόσμον ἐποίησεν ὁ Θεός· εἰ μὴ γὰρ αὐτὸν καλὸν καὶ μέγαν ἐποίησεν ὁ Θεὸς, οὐκ ἂν αὐτὸν ἐθεοποιήσαμεν· νῦν δὲ ἐκπλαγέντες αὐτοῦ τὸ μέγεθος, καὶ θαυμάσαντες αὐτοῦ τὸ κάλλος, ἐνομίσαμεν αὐτὸν εἶναι θεόν. Ἀλλ' ἕωλος οὗτος ὁ λόγος ἐστίν. Ὅτι γὰρ οὔτε τὸ μέγεθος οὔτε τὸ κάλλος τῆς ἀσεβείας αἴτιον, ἀλλ' ἡ ἐκείνων ἄνοια, δείκνυμεν ἡμεῖς οἱ μηδὲν τοιοῦτον παθόντες ποτέ. Τίνος γὰρ ἕνεκεν αὐτὸν οὐκ ἐθεοποιήσαμεν; οὐ τοῖς αὐτοῖς ὀφθαλμοῖς αὐτὸν βλέπομεν; οὐ τὰ αὐτὰ τῆς κτίσεως ἀπολαύομεν ἅπερ καὶ ἐκεῖνοι; οὐ τὴν αὐτὴν ψυχὴν κεκτήμεθα; οὐ τὸ αὐτὸ σῶμα ἔχομεν, οὐ τὴν αὐτὴν πατοῦμεν γῆν; πῶς ἡμᾶς οὐκ ἔπεισε τὸ κάλλος καὶ τὸ μέγεθος τὰ αὐτὰ νοῆσαι ἐκείνοις; Οὐκ ἐντεῦθεν δὲ τοῦτο ἔσται δῆλον μόνον, ἀλλὰ καὶ ἑτέρωθεν. Ὅτι γὰρ οὐ διὰ τὸ κάλλος αὐτὸν ἐθεοποίησαν, ἀλλὰ διὰ τὴν οἰκείαν ἄνοιαν, τὸν πίθηκον τίνος ἕνεκεν προσεκύνησαν, τὸν κροκόδειλον, τὸν κύνα, τὰ εὐτελέστατα τῶν ζώων; Ὄντως Ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· φάσκοντες γὰρ εἶναι σοφοὶ ἐμωράνθησαν. Πλὴν ἀλλ' οὐκ ἀπὸ τούτων ἀπολογησόμεθα μόνον, ἀλλὰ καὶ ἕτερόν τι πλέον ἐροῦμεν.