# Ad populum Antiochenum (homiliae 1-21) 4.1-14

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21), Φημισθείσης εἰς τὸν ἄρχοντα πραίδας, καὶ πάντων περὶ φυγῆς βουλευομένων, τοῦ ἄρχοντος εἰσελθόντος εἰς τὴν ἐκκλησίαν καὶ παρακαλέσαντος, ἐλέχθη ἡ παροῦσα ὁμιλία· καὶ περὶ τοῦ μὴ ὀμνύναι· καὶ εἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου, Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ. Ὁμιλία ιϛʹ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/ad-populum-antiochenum-homiliae-1-21/4.1-14

Τοιαῦται γὰρ τῶν ἁγίων αἱ ψυχαί· ἐπειδὰν εἰς κινδύνους ἐμπέσωσιν, οὐχ ὅπως ἀπαλλαγῶσι τῶν κινδύνων σκοποῦσιν, ἀλλ' ὅπως τοὺς ἐμβαλόντας θηρεύσαιεν, ἅπαντα πράττουσι· καθάπερ οὖν καὶ τότε ἐγένετο· εἰσῆλθεν ἀπολογησόμενος, καὶ τὸν δικαστὴν λαβὼν ἀπῄει. Καὶ ταῦτα αὐτὸς ὁ δικαστὴς ἐμαρτύρησε λέγων· Ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν γενέσθαι. Τοῦτο καὶ σήμερον γενέσθαι ἐχρῆν, καὶ τὸν ἄρχοντα τοῦτον θαυμάσαι ὑμῶν τὴν μεγαλοψυχίαν, τὴν φιλοσοφίαν, τὴν ἡσυχίαν ἅπασαν, καὶ ἐκ τῆς καταστάσεως ὑμῶν διδασκαλίαν λαβόντα ἀπελθεῖν, θαυμάσαι τὸν σύλλογον, ἐπαινέσαι τὸ συνέδριον, μαθεῖν καὶ ἀπ' αὐτῶν τῶν πραγμάτων, ὅσον τὸ μέσον Ἑλλήνων τε καὶ Χριστιανῶν. Ἀλλ', ὅπερ ἔλεγον, ἐπειδὴ αὐτὸν εἷλεν ὁ Παῦλος, κἀκεῖνος εἶπεν, Ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν γενέσθαι, ἀπεκρίνατο ὁ Παῦλος οὕτως· Εὐξαίμην ἂν ἔγωγε, καὶ ἐν ὀλίγῳ καὶ ἐν πολλῷ, οὐ μόνον σὲ, ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου γενέσθαι Χριστιανοὺς ἄνευ τῶν δεσμῶν τούτων. Τί λέγεις, ὦ Παῦλε; Ὅταν μὲν Ἐφεσίοις γράφῃς, λέγεις· Παρακαλῶ οὖν ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν Κυρίῳ, ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε· καὶ ὅταν πρὸς Τιμόθεον διαλέγῃ· Ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν, ὡς κακοῦργος· καὶ ὅταν πρὸς Φιλήμονα πάλιν· Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ· καὶ ὅταν Ἰουδαίοις συνδικάζῃ, λέγεις· Ἕνεκα τῆς ἐλπίδος τοῦ Ἰσραὴλ τὴν ἅλυσιν ταύτην περίκειμαι· καὶ Φιλιππησίοις γράφων ἔλεγες· Ὥστε τοὺς πλείονας τῶν ἀδελφῶν, πεποιθότας τοῖς δεσμοῖς μου, περισσοτέρως τολμᾷν ἀφόβως τὸν λόγον λαλεῖν· πανταχοῦ τὴν ἅλυσιν περιφέρεις, πανταχοῦ τὰ δεσμὰ προβάλλῃ, καὶ καυχᾶσαι ἐπὶ τῷ πράγματι· εἰς δικαστήριον δὲ ἐλθὼν προέδωκας τὴν φιλοσοφίαν, ὅτε μάλιστα παῤῥησιάσασθαι ἔδει, καὶ τῷ δικαστῇ λέγεις· Εὐξαίμην ἄν σε γενέσθαι Χριστιανὸν ἄνευ τῶν δεσμῶν τούτων; Καὶ μὴν εἰ καλὰ τὰ δεσμὰ, καὶ οὕτω καλὰ, ὥστε παρέχειν καὶ ἑτέροις θαῤῥεῖν εἰς τὸν ὑπὲρ τῆς εὐσεβείας λόγον (σὺ γὰρ αὐτὸ τοῦτο ἔφθης εἰπὼν, ὅτι οἱ πλείονες τῶν ἀδελφῶν πεποιθότες τοῖς δεσμοῖς μου τὸν λόγον ἐλάλουν ἀφόβως), τίνος ἕνεκεν ἐπὶ τοῦ δικαστοῦ οὐκ ἐγκαλλωπίζῃ τῷ πράγματι, ἀλλὰ καὶ τοὐναντίον ποιεῖς; Ἆρα οὐ δοκεῖ ζήτημα εἶναι τὸ λεγόμενον; Ἀλλὰ ταχίστην ἐπάγω τὴν λύσιν. Οὐ γὰρ ἐξ ἀγωνίας οὐδὲ δειλίας ὁ Παῦλος τοῦτο ἐποίησεν, ἀλλ' ἀπὸ σοφίας πολλῆς καὶ συνέσεως πνευματικῆς· καὶ πῶς, ἐγὼ λέγω. Πρὸς Ἕλληνα διελέγετο καὶ ἄπιστον, καὶ οὐκ εἰδότα τὰ ἡμέτερα. Οὐκ ἐβούλετο τοίνυν αὐτὸν ἀπὸ τῶν φορτικῶν ἐναγαγεῖν, ἀλλ' ὥσπερ ἔλεγεν, Ἐγενόμην τοῖς ἀνόμοις ὡς ἄνομος, τοῦτο καὶ ἐνταῦθα ἔπραττεν. Ἂν ἀκούσῃ δεσμὰ, φησὶ, καὶ θλίψεις, εὐθέως ἀποπηδᾷ· οὐκ οἶδε τῶν δεσμῶν τὴν δύναμιν· γενέσθω πρότερον πιστὸς, γευσάσθω τοῦ κηρύγματος, καὶ τότε καὶ αὐτὸς ἐπιδραμεῖται τοῖς δεσμοῖς τούτοις. Ἤκουσα τοῦ Δεσπότου μου λέγοντος, ὅτι Οὐδεὶς ἐπιβάλλει ἐπίβλημα ῥάκους ἀγνάφου ἐπὶ ἱματίῳ παλαιῷ, ἐπεὶ αἴρει τὸ πλήρωμα αὐτοῦ, καὶ χεῖρον τὸ σχίσμα γίνεται· οὐδὲ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς παλαιοὺς, ἐπεὶ ῥήγνυνται οἱ ἀσκοί. Ἡ ψυχὴ ἡ τούτου ἱμάτιόν ἐστι παλαιὸν, καὶ ἀσκὸς παλαιός· οὐκ ἀνενεώθη τῇ πίστει, οὐκ ἀνεκαινίσθη τῇ τοῦ Πνεύματος χάριτι, ἀσθενής ἐστιν ἔτι καὶ γήϊνος, βιωτικὰ φρονεῖ, καὶ πρὸς τὴν κοσμικὴν φαντασίαν ἐπτόηται, δόξης ἐρᾷ τῆς παρούσης. Ἂν ἐκ προοιμίων εὐθέως ἀκούσῃ, ὅτι γενόμενος Χριστιανὸς δεσμώτης εὐθέως γενήσεται καὶ ἅλυσιν περικείσεται, αἰσχυνθεὶς καὶ ἐρυθριάσας ἀποπηδήσεται τοῦ κηρύγματος· διὰ τοῦτό φησιν, Ἄνευ τῶν δεσμῶν τούτων, οὐκ αὐτὰ τὰ δεσμὰ παραιτούμενος, μὴ γένοιτο. ἀλλ' ἐκείνου τῇ ἀσθενείᾳ συγκαταβαίνων, ἐπεὶ αὐτὸς οὕτως αὐτὰ φιλεῖ καὶ ἀσπάζεται, ὡς γυνὴ φιλόκοσμος τὰ χρυσία τὰ ἑαυτῆς. Πόθεν τοῦτο δῆλον; Χαίρω ἐν τοῖς παθήμασί μου, φησὶ, καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου. Καὶ πάλιν· Ὅτι ὑμῖν ἐχαρίσθη ἀπὸ τοῦ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν. Καὶ πάλιν· Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν. Εἰ τοίνυν χαίρει καὶ καυχᾶται, καὶ χάρισμα τὸ πρᾶγμα καλεῖ, εὔδηλον ὅτι διὰ τὴν αἰτίαν ταύτην πρὸς τὸν δικαστὴν διαλεγόμενος ταῦτα ἔλεγεν· ἐπεὶ καὶ εἰς ἀνάγκην ἀλλαχοῦ πάλιν ἐμπεσὼν τοῦ καυχήσασθαι, τοῦτο αὐτὸ ἐνδείκνυται λέγων· Ἥδιστα οὖν καυχήσομαι, φησὶν, ἐν ταῖς ἀσθενείαις μου, ἐν ἀνάγκαις, ἐν ὕβρεσιν, ἐν διωγμοῖς, ἐν στενοχωρίαις, ἵνα ἐπισκηνώσῃ ἐπ' ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ· καὶ πάλιν· Εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας μου καυχήσομαι. Καὶ ἀλλαχοῦ συγκρίνων ἑαυτὸν ἑτέροις, καὶ τὴν κατὰ σύγκρισιν ὑπεροχὴν ἡμῖν ἐνδεικνύμενος, οὑτωσί πώς φησι· Διάκονοι Χριστοῦ εἰσι· παραφρονῶν λαλῶ, ὑπὲρ ἐγώ. Καὶ δεῖξαι βουλόμενος τὴν ὑπεροχὴν, οὐχ ὅτι νεκροὺς ἀνέστησεν, οὐδ' ὅτι δαίμονας ἀπήλασεν, οὐδ' ὅτι λεπροὺς ἐκαθάρισεν, οὐδ' ὅτι ἄλλο τι τῶν τοιούτων ἐποίησεν, εἶπεν, ἀλλὰ τί; Ὅτι τὰ μυρία ἔπαθε δεινά. Εἰπὼν γοῦν, ὅτι Ὑπὲρ ἐγὼ, ἐπήγαγε τῶν πειρασμῶν τὸ πλῆθος οὕτω λέγων· Ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν θανάτοις πολλάκις, ἐν φυλακαῖς περισσοτέρως· ὑπὸ Ἰουδαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον, τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην· τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα, καὶ τὰ λοιπὰ ἅπαντα. Οὕτω πανταχοῦ καυχᾶται ἐν ταῖς θλίψεσιν ὁ Παῦλος, καὶ ἐγκαλλωπίζεται τῷ πράγματι μεθ' ὑπερβολῆς· καὶ μάλα εἰκότως. Τοῦτο γάρ ἐστιν ὃ μάλιστα τὴν δύναμιν ἐνδείκνυται τοῦ Χριστοῦ, ὅτι διὰ τοιούτων ἐκράτησαν οἱ ἀπόστολοι, διὰ δεσμῶν καὶ θλίψεων καὶ μαστίγων καὶ τῶν ἐσχάτων κακῶν. Δύο γὰρ ταῦτα ὁ Χριστὸς ἐπηγγείλατο, θλῖψιν καὶ ἄνεσιν, πόνους καὶ στεφάνους, ἱδρῶτας καὶ ἀμοιβὰς, χρηστὰ καὶ λυπηρά· ἀλλὰ τὰ μὲν λυπηρὰ κατὰ τὸν παρόντα βίον δέδωκε, τὰ δὲ χρηστὰ εἰς τὸν μέλλοντα αἰῶνα ἐταμιεύσατο, ὁμοῦ τε δεικνὺς, ὅτι οὐκ ἀπατᾷ τοὺς ἀνθρώπους, καὶ αὐτὸ τῶν δεινῶν τὸ φορτικὸν ὑποτέμνεσθαι τῇ τάξει βουλόμενος. Ὁ μὲν γὰρ ἀπατῶν τὰ χρηστὰ προτείνεται πρότερον, καὶ ὕστερον ἐπάγει τὰ λυπηρά. Οἷόν τι λέγω· Ἀνδραποδισταὶ πολλάκις παιδία μικρὰ συλῶντες καὶ κλέπτοντες, οὐ πληγὰς καὶ μάστιγας, οὐδ' ἄλλο τι τῶν τοιούτων ὑπισχνοῦνται, ἀλλὰ πλακοῦντας καὶ τραγήματα καὶ ἕτερα τοιαῦτα, οἷς ἡ παιδικὴ χαίρειν εἴωθεν ἡλικία, προτείνουσιν, ἵνα τούτοις ἐκεῖνα δελεασθέντα, καὶ τὴν ἐλευθερίαν αὐτῶν ἀποδόμενα εἰς κίνδυνον ἐμπέσῃ τὸν ἔσχατον. Καὶ ὀρνίθων δὲ καὶ ἰχθύων οἱ θηρευταὶ οὕτω τὰ θηρευόμενα δελεάζουσι, τὴν συνήθη τροφὴν καὶ καθ' ἡδονὴν τοῖς ἀγρευομένοις οὖσαν πρότερον προτείνοντες, καὶ τὴν παγίδα ταύτῃ περιστέλλοντες. Ὥστε ἀπατώντων μάλιστα τοῦτο ἔργον ἐστὶ, πρότερον τὰ χρηστὰ προτείνεσθαι, εἶτα ὕστερον ἐπάγειν τὰ λυπηρὰ, κηδομένων δὲ καὶ φροντιζόντων τοὐναντίον ἅπαν. Οἱ γοῦν πατέρες ἀπεναντίας τοῖς ἀνδραποδισταῖς ποιοῦσιν· ὅταν εἰς διδασκαλεῖον πέμπωσι τὰ παιδία, παιδαγωγοὺς ἐφιστῶσι, πληγὰς ἀπειλοῦσι, φόβον ἐπιτειχίζουσι, καὶ ἐπειδὰν τὴν προτέραν ἡλικίαν οὕτως ἀγάγωσι, τότε ἐν ἕξει γενομένοις αὐτοῖς τιμὰς καὶ δυναστείας καὶ τρυφὴν καὶ τὸν αὐτῶν πλοῦτον ἅπαντα ἐγχειρίζουσιν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg024.local001/.
